Ancient Greek
1.331.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.331.1
Unproofread scanNot analysed yet
278 #28 B ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β τοῦ κόσμου γένεσιν ἔχει καὶ τὸ αἰδίον αὐτῆς κατὰ τὴν ἀπειρίαν ἐστὶ τὴν χρονικὴν, ἐπιστήσειεν ἂν τις καὶ ἐπιστήσας συλλογίζαιτο πρῶτον μέν, ὅτι δεῖ τῶν αἰωνίως αἰδίων καὶ τῶν ἐν μέρει χρόνου γεννητῶν εἶναι μεταξὺ τὴν κατὰ τὸν ἀπειρον χρόνον γεννητὴν ὑπόστασιν, καὶ ταύτην διττήν, ἢ τὸ μὲν ὅλον αἰδίον ἔχουσαν εἰς τὸν ὅλον χρόνον, τὰ δὲ μέρη ἐν μέρεσι τοῦ χρόνου, οἷα τὰ τῆδε στοιχεῖα, ἢ καὶ τὸ ὅλον καὶ τὰ μέρη συμπαρατείνοντα πρὸς τὴν αἰδιότητα τοῦ χρόνου παντός, ὡς τὰ οὐράνια· οὐ γὰρ ἐστὶν ἡ αὐτὴ αἰδιότης κατὰ τὸν αἰῶνα καὶ τὸν ὅλον χρόνον· οὐδὲ γὰρ ἡ αὐτὴ ἀπείρια χρόνου καὶ αἰῶνος· οὐδὲ γὰρ ταὐτὸν αἰὼν καὶ χρόνος. δεύτερον δέ, ὅτι τὸ αἰῶνι μετρούμενον καὶ ἐν αἰῶνι ὂν ἀμερὲς εἶναι δεῖ· πῶς γὰρ τὸ μεριστὸν ἐν τῷ ἀμεριστῷ στήσεται καὶ ἰδρυμένην ἔξει τὴν οὐσίαν; τρίτον δέ, ὅτι τῆς ψυχῆς ἐνεργοῦσης κατὰ χρόνον καὶ τὸ σῶμα πάντως ἐστὶ κατὰ χρόνον· ἐγγυτέρω γὰρ ἡ ἐνέργεια τῆς ψυχῆς τῶν αἰωνίων τῆς τοῦ σώματος οὐσίας. τί δὴ οὖν ἡμῖν τεκμήριον ἔσται τοῦ τὴν οὐσίαν τῶν οὐρανίων οὕτως εἶναι αἰδίον, ὡς κατὰ τὸν χρόνον; τὸ χωρισθεῖσαν αὐτήν, φήσω, τοῦ κοσμοῦντος μηκέτ’ εἶναι· τοῦτο γὰρ δὴ ποιεῖ δῆλον, ὅτι τὴν αἰδιότητα ἐπισκεναστὴν ἔλαχε καὶ ἀεὶ γίνεται ἀλλοχόθεν· ὅλην γὰρ πού τι τὴν οἰκεῖαν οὐσίαν ἀπείληφός αὐταρκὴς ἂν ἦν κατὰ τὸ εἶναι καὶ τοῦ ποιοῦντος χωρισθὲν καὶ διδόντος αὐτῷ τὴν οὐσίαν. Σκοπὸς μὲν οὖν αὐτῷ δεῖξαι γεννητὸν ἀπλῶς τὸν κόσμον ὡς καὶ τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν καὶ αὐτὴν τὴν αἰδιότητα τῷ ὅλῳ χρόνῳ συμπαρεκτεινομένην ἔχοντα. ζητεῖ δὲ ἐξ ἀρχῆς, εἴτε ἀεὶ ὂν ἐστιν, εἴτε γεννητόν, ὅ ταὐτὸν τῷ εἴτε τῶν αἰωνίων ἐστιν, εἴτε τῶν ὑπὸ τὸν χρόνον τελούντων· τὸ μὲν γὰρ ἦν ἀεὶ τὸ νοητὸν αὐτῷ δηλοῖ, καθάπερ εἴρηκαμεν ἐμπροσθέν [27 D]· τί τὸ ὂν ἀεὶ, γένεσιν δὲ οὐχ ἔχον; εἰ δὲ τὸ ἦν οὐ φησι προειληθὼν [37 E] οἰκεῖον εἶναι τοῖς αἰωνίοις, ἀλλὰ