Ancient Greek
1.341.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.341.1
Unproofread scanNot analysed yet
288 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 28 BC] ἔστι κατὰ χρόνον γεννητός. ἀλλὰ τί δεῖ τοιούτων συλλογισμῶν; διαφρήδην γὰρ αὐτὸς ἐν Νόμοις [III 676 AB] ἄπειρον κατὰ τὸ παρελθὸν ἔφατο τὸν χρόνον εἶναι, καὶ ἐν C τῇ ἀπειρίᾳ ταύτῃ φοράς καὶ ἀφορίας ἀνθρώπων γεγενημένα μυρίας ἐπὶ μυρίαις· πολιτείας γὰρ ἀρχὴν ζητήσας, ἀφ’ ἧς εἰς ἀρετὴν τε καὶ κακίαν μεταβαίνουσιν αἱ πόλεις, ἐπήγαγε· λέγεις δὲ πῶς; Οἶμαι μὲν ἀπὸ χρόνου μήκους τε καὶ ἀπειρίας καὶ τῶν μεταβολῶν ἐν τῷ τοιούτῳ. μᾶλλον δὲ ἂν ἀπὸ τῶν ἐν χειρὶ ποιησόμεθα τὴν ὑπόμνησιν, ὀλίγω πρότερον [22 E] αὐτοῦ λέγοντος ἠκούσαμεν, ὡς ὅπου μὴ χειμὼν ἢ καύμα ἐξαισίον, ἐκεῖ γένος ἀνθρώπων ἀεὶ πλέον ἢ ἐλασσόν ἐστιν. εἰ δὲ ἀεὶ γένος ἐστὶν ἀνθρώπων, καὶ τὸ πᾶν ἀναγκαῖον ἀίδιον ὑπάρχειν. ἐτὶ τοίνυν εἰ ὁ δημιουργὸς τῶν ἀεὶ ὄντων ἐστίν, οὐχὶ ποτὲ μὲν δημιουργεῖ, ποτὲ δὲ ἀφίησι τοὺς οἴακας· οὐ γὰρ ἂν ἔχοι τὸ ὡσαύτως οὔδὲ τὸ ἀμετάβλητον· εἰ δὲ ἀεὶ δημιουργεῖ, καὶ τὸ δημιουργούμενον ἀεὶ ἐστι. τί γὰρ καὶ βουλόμενος τὸν ἄπειρον χρόνον ἀρχῶν ἐπὶ τὴν δημιουργίαν τραπήσεται; πότερον ἄμεινον τοῦτο ὑπολαβόν; ἀλλ’ αὐτὸ τοῦτο τὸ ἄμεινον ἠγνοεῖ πρότερον, ἢ οὔ; εἰ μὲν γὰρ ἠγνοεῖ νοῦς ὢν, ἄτοπον· ἔσται γὰρ περὶ αὐτὸν ἄγνοια καὶ γνώσις· εἰ δὲ ἐγίνωσκε, διὰ τί μὴ πρότερον ἤρξετο γεννᾶν καὶ κοσμοποιεῖν; ἀλλ’ οὐχὶ τοῦτο ἄμεινον. τί οὖν οὐκ ἔμεινεν ἐπὶ τῆς D ἀργίας, εἰ θέμις εἰπεῖν; νοῦν γὰρ ὄντα καὶ θεὸν τὸ ἥττον κάλλιον ἀντὶ τοῦ μᾶλλον διώκειν οὔδ’ ὅσιον ἐννοεῖν. ἀλλὰ μὴν ἀναγκαῖον ταῦτα συγχωρεῖν, εἰ γεννητὸς κατὰ χρόνον ὁ κόσμος, ἀλλὰ μὴ τῇ ἀπειρίᾳ τοῦ χρόνου συνυφεστώς. δοκοῦσι δέ μοι καὶ εἰς αὐτὸν πλημμελεῖν καὶ ἄλλως τὸν τοῦ κόσμου δημιουργὸν οἱ τὸν κόσμον ποτὲ μὴ εἶναι λέγοντες· εἰ γὰρ οὐτὸς ποτὲ οὐκ ἦν, ἐκεῖνός ποτὲ οὐκ ἐποίει· ἅμα γὰρ τὸ ποιούμενον καὶ τὸ ποιοῦν· εἰ δὲ ποτὲ οὐκ ἐποίει, δυνάμει ἦν τότε ποιοῦν· εἰ δὲ δυνάμει, ἀτέλῃς ἦν καὶ ὕστερον τέλειος, ὅτε ἐποίει· εἰ δὲ τὸ πρότερόν ἐστι