Ancient Greek
1.342.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.342.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 28BC] καὶ ὕστερον περὶ αὐτόν, δῆλον, ὡς οὐκ ἦν τῶν αἰωνίως ἐνεργοῦντων, ἀλλὰ κατὰ χρόνον ἐκ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μεταστάς. ἀλλὰ μὴν αὐτὸς παράγει τὸν χρόνον· πῶς οὖν ἐνέργειαν ἔχων χρόνον δεομένην διὰ τῆς ἐνεργείας ταύ- 5 τῆς τὸν χρόνον παρήγαγεν, οὐ δεῖται, ἵνα ποιήσῃ; τοῦτο μὲν οὖν οὐκ ἂν ἄλλως ἔχοι. μετὰ δὲ ταύτην τὴν δόξαν ἐπισκεψώμεθα Σενήρον, ὃς φησιν ἀπλῶς μὲν αἰδίον εἶναι τὸν κόσμον, τοῦτον δὲ τὸν νῦν ὄντα καὶ οὕτως κινοῦμενον γενητόν· ἀνακυκλήσεις γὰρ εἶναι διπλάς, ὡς ἔδειξεν ὁ Ἐλεάτης 10 ξένος [Polit. 270 B], τὴν μὲν ἣν νυνὶ περιπορεύεται τὸ πᾶν, τὴν δὲ ἐναντίαν· γενητὸς οὖν ὁ κόσμος καὶ ἀπ’ ἀρχῆς ἤρξατό τινος ὁ ταύτην τὴν ἀνακύκλησιν ἀνακυκλούμενος, ἀπλῶς δὲ οὐ γενητός. πρὸς δὴ ταύτην τὴν ἐξήγησιν ἀπάντησιν ἀπαντησόμεθα λέγοντες, ὅτι τὰ μυθικὰ αἰνύγματα μεταγεῖς εἰς 15 φυσιολογίαν ὡς οὐκ ἔδει· ποῦ γὰρ ἀποκαμεῖν δυνατὸν τὴν κινοῦσαν ψυχὴν καὶ μεταβάλλειν τὴν ἀρχαίαν περιφοράν; πῶς δὲ τέλειον καὶ αὐτάρκες τὸ πᾶν, εἰ μεταβολῆς ἐφίεται; πῶς δὲ ἀμφοτέρων τὴν οἰκείαν ἔχειν διαφθορόντων, τοῦ τε κινοῦμένου καὶ τοῦ κινοῦντος, ἔχει χώραν ἡ ἀμοιβὴ τῶν 20 ἀνακυκλήσεων; πῶς δὲ ὁ Τίμαιός φησι [36 C] τὴν μὲν ταύτῳ περιφορᾶν ἐπὶ δεξιὰ κινεῖσθαι κατὰ τὴν δημιουργικὴν βούλησιν, τὴν δὲ θάτερον ἐπὶ ἀριστερὰ; εἰ γὰρ δεῖ μένειν ὡσαύτως καὶ ἀεὶ εἶναι τὰ δημιουργικὰ ἔργα, δεῖ καὶ τὰς ἀνακυκλήσεις εἶναι τὰς αὐτὰς ἀεὶ καὶ τὴν ταύτῳ περί- 25 οδον τὴν ἐπὶ δεξιὰ κινεῖσθαι κίνησιν· ἅμα γὰρ προῆλθεν ἀπὸ τοῦ δημιουργοῦ καὶ ταύτην ἔλαχε τὴν περιφοράν. ἔτι δὲ πῶς οὐκ ἀναγκαῖον ἀνωμαλίαν ἐπεισάγειν τῇ κινήσει τοῦ 30 οὐρανοῦ; πᾶν γὰρ τὸ παύεσθαι μέλλον τῆς προτέρας κινησέως, ἐπ’ ἄλλην δὲ μεταβαίνειν τὴν ἐναντίαν, καὶ ἐπὶ στάσιν ἐπείγεται καὶ ἀπομαχαίνει τὴν προτέραν κίνησιν· ἐπεὶ τῆς