Ancient Greek
1.365.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.365.3
Unproofread scanNot analysed yet
ταῦτα πατὴρ ποίησε κατὰ σπέος ἡεροειδές, περὶ τούτου δὲ ὁ Πλάτων [41 A]· ᾧν ἐγὼ δημιουργὸς πατὴρ τε ἔχω, καὶ ἐν τῷ Πολιτικῷ [273 B]· τὴν τοῦ δημιουργοῦ καὶ πατρὸς ἀπομνημονευσὼν διδαχήν, ὅτι παρ’ ἐκείνῳ μὲν τὸ πατρικὸν μᾶλλον, παρὰ δὲ τούτῳ τὸ δημιουργικόν. ἕκαστον δὲ τῶν θείων ἀπὸ τῆς ἰδιότητος ὀνομάζεται, κἂν πάντων ἢ περιεκτικόν, καὶ ὁ μὲν μόνον ποιητὴς τῶν ἐγκοσμίων αἴτιος, ὁ δὲ ποιητὴς καὶ πατὴρ ὑπερκοσμίων καὶ ἐγκοσμίων, ὁ δὲ πατὴρ καὶ ποιητὴς νοερῶν, ὑπερκοσμίων, ἐγκοσμίων, ὁ δὲ μόνον πατὴρ νοητῶν, E νοερῶν, ὑπερκοσμίων, ἐγκοσμίων. ὁ μὲν οὖν Πλάτων τοιοῦτον ὑποστησάμενος δημιουργὸν ἄρρητον αὐτὸν καὶ ἀκατονόμαστον εἴασεν, ὡς ἐν τἀγαθοῦ μοίρᾳ προτεταγμένον