Ancient Greek
1.366.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.366.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 28C] τῶν ὅλων· ἔστι γὰρ ἐν πάσῃ τάξει θεῶν τὸ ἀναλογοῦν τῷ ἑνί. τοιοῦτον γοῦν ἡ ἐν ἑκάστῳ κόσμῳ μονάς. ὁ δὲ γε Ὀρφεὺς [frg. 121. 122] καὶ ὄνομα αὐτῷ προσήνεγκεν, ἅτε ἐκεῖθεν κινούμενος, ᾧ καὶ αὐτὸς ὁ Πλάτων ἠκολούθησεν ἐν ἄλλοις· ὁ γοῦν παρ’ αὐτῷ Ζεὺς, ὁ πρὸ τῶν τριῶν Κρονιδῶν, οὗτός ἐστι τῶν ὅλων δημιουργός. μετὰ γοῦν τὴν κατάποσιν τοῦ Φάνητος αἱ ἰδέαι τῶν πάντων ἐν αὐτῷ πεφήνασιν, ὡς φησιν ὁ θεολόγος·