Ancient Greek
1.408.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.408.2
Unproofread scanNot analysed yet
αὐτῷ τὰ προοίμια· τί τε γὰρ τὸ προοίμιον εἴρηται, καὶ τί τὸ εἶδος τοῦ ζητουμένου, καὶ ποίων ὑποθέσεων καὶ τίνων προδεικνυμένων ἐκ τούτων ἥρηται, καὶ ὁποῖον τῶν λόγων εἶδος, καὶ ὁποῖος ὁ ἀκροατής. ὁ δὲ νόμος εἴληπται ἀπὸ τῶν κιθαρωδικῶν νόμων· οὗτοι μὲν οὖν εἰσὶ μέλη τινὰ πεποιημένα, τὰ μὲν Ἀθηναϊκά, τὰ δὲ Ἀρεϊκά, καὶ τὰ μὲν ἐνθεαστικά, τὰ δὲ κοσμητικὰ τῶν ἡθῶν. πρὸ δὲ τῶν νόμων τούτων προοίμια προτάττειν εἴωθασιν, ᾧ καὶ διὰ τοῦτο προψηλαφήματα ἐκάλουν. εἴληπται μὲν οὖν ἐκεῖθεν. συντελεῖ δὲ εἰς τὸ προκειμένον, διότι καὶ πᾶσα ἡ ἑμφανὴς διακόσμησις ἐναρμόνιος οὕσα μένει διαιωνίας διὰ τὴν ἀγαθότητα τὴν τῶν αἰτίων· ἐπὶ δὲ καὶ ὅτι πρόεισιν ἀπὸ νοῦ καὶ κατὰ νοῦν, καὶ ὅτι διακεκριμένας ἔχει τὰς ὅλας δυνάμεις καὶ διατεταγμένας κατὰ τὸ προσῆκον ἑκάστη· καὶ γὰρ τὰ μέλη νόμους ἐκάλουν, ὅτι τε ἀκίνητα ἔμενε καὶ ὅτι διανενέμητο τὰ πρέποντα ἐφ’ ἑκάστοις.