Ancient Greek
1.408.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.408.3
Unproofread scanNot analysed yet
Λέγωμεν δή, δι’ ἣν τινὰ αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς συνέστησεν [29D]. Τὰ μὲν προειρημένα πάντα παρασκευὰς ἡμῖν τὰς πρὸς τὴν ὅλην παρεδίδουν φυσιολογίαν· καὶ τούτων τὰ μὲν δι’ εἰκόνων καὶ συμβόλων ἐπεδείκνυ τὴν τοῦ κόσμου θεωρίαν, τὰ δὲ προοίμια κατεβάλλετο τῆς συμπάσης πραγματείας, καὶ τῆς δι’ εἰκόνων ἢ συμβόλων ἐνδείξεως τὰ μὲν τὴν ἔνωσιν ἐξέφαινε τῶν ἐγκοσμίων, τὰ δὲ τὴν διάκρισιν, καὶ τῶν προοιμίων τὰ μὲν ἦσαν ὑποθέσεις, τὰ δὲ οἷον λήμματα δεικνύμενα διὰ τῶν ὑποθέσεων. καὶ γὰρ τὰ περὶ τοῦ τρόπου τῶν λόγων ἐν τοῖς δεικνυμένοις ἂν τις θεῖτο· τῷ γὰρ γεννητὸν ἀποδεικνύσθαι τὸν κόσμον ἀκολουθεῖ τὸ εἰκοτολογίαν εἶναι τὴν περὶ τοῦ κόσμου πραγματείαν. τούτων δ’ αὖ τέλος τὸ πρέπον λαβόντων ἀρχόμενος τῆς δημιουργίας τοῦ παντὸς