Ancient Greek
1.415.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.415.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 29 E] κτονα προϋπάρχων, ὁ δὲ κατὰ τὸν βασιλέα πρὸ ἀμφοῖν ἰδρυμένος. οὐκοῦν καθὸ μὲν νοῦς ὁ δημιουργός, παράγει τὰ πάντα ταῖς ἑαυτοῦ νοήσεσι, καθὸ δὲ νοητὸν ἐστὶν αὐτῷ τῷ εἶναι ποιεῖ, καθὸ δὲ θεός, τῷ βούλεσθαι μόνον. εἰ δὲ διασπῶν τοὺς τρεῖς δημιουργοὺς ἀπὸ τοῦ ἑνός, οὐκ ἀνεξόμεθα τῷ Πλάτωνι συνακολουθοῦντες· ὁ γὰρ αὐτὸς καὶ ἀγαθὸς ἐστὶν ὡς θεός, καὶ διὰ τὴν ἀγαθότητα βουλήσει πάντα ποιεῖ καὶ νοητὸς ἐστὶ νοερώς —τοιούτων γὰρ τὸ ὂν τὸ δημιουργικόν —καὶ νοῦς ἐστὶ κοσμοποιός. τὸ μὲν οὖν ἀγαθὸς ἦν τοιαύτην ἔχει τὴν ἐξήγησιν, ἐν τῷ ἦν τὸ τε ὑπερπλήρες καὶ τὸ ὁλοτελὲς καὶ τὸ ὑπεραιώνιον τῆς θείας ὑπάρξεως ἐνδεικνύμενον· τὸ μὲν γὰρ ‘ἔστι’ τῶν αἰωνίων ἐστὶ πραγμάτων σημαντικόν, τὸ δὲ ἦν τῶν ὑπεραιωνίων ἐνάδων, τὸ δὲ ‘ἔσται’ τῶν ἐν χρόνῳ συνεστῶτων· εἰ γὰρ τὸ ‘ἔστι’ προσήκει τοῖς αἰωνίοις, τὸ μὲν ἦν τοῖς πρὸ τούτων οἰκεῖον, τὸ δὲ ‘ἔσται’ τοῖς μετὰ τὰ αἰώνια· τοιαῦτα δὲ τὰ χρόνῳ δεόμενα. ἐπειδή δὲ ἀγαθὸς ὁ δημιουργός, οὐδεὶς οὐδέποτε περὶ οὐδενὸς αὐτῷ φθόνος ἐγγίνεται. καὶ τί τοῦτο, φράτις ,εἰ μὴ φθονεῖ νοῦς; τοῦτο γὰρ καὶ τοῖς μετρίοις πρόσεται τῶν ἀνθρώπων. τὸ μὲν οὖν οὐδέποτε τῆς αἰωνίου τελειότητος ἔστω σημαντικόν, ἐπειδήπερ αἱ ψυχαὶ ποτὲ μὲν παθαίνονται, ποτὲ δὲ εἰς ἀπάθειαν ἀνατρέχουσι. τὸ δὲ περὶ οὐδενὸς τῆς αὐταρκείας, ἐπειδήπερ ἡμεῖς ἄλλων μὲν ἕνεκα πολλάκις φθόνον καθαρεύομεν, οἷς δ’ ἂν ἧττον ἔχειν νομίζωμεν, ἐν τούτοις κατεχόμεθα τῷ πάθει. τὸ δὲ οὐδεὶς τίνα ἂν ἔχοι λόγον; πότερον γὰρ ὡς πολλῶν ὄντων φθόνων τὸ οὐδεὶς προσέθηκεν, ἢ δι’ ὑπερβολὴν εἴρηται, παντελῆ τοῦ φθόνου ποιούμενον ἀπόφασιν; καὶ ποίαν ὑπερβολὴν ἐν τοῖς περὶ θεῶν λόγοις ἀνευρεῖν δυνατόν; πάντα γὰρ αὐτῶν καὶ ὀνόματα καὶ νοήματα τῆς ἀξίας ἐστιν ὑποδεέστερα. μήποτε οὖν φθόνος μὲν ἐστὶ καὶ ἡ ἐπὶ τοῖς ἄλλοτρίοις ἀγαθοῖς λύπη, συμμιγὲς τοῦτο πάθος ἐν ἡμῖν ἀπο-