Ancient Greek
1.415.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.415.3
Unproofread scanNot analysed yet
1 πρὸς P 2 δημιουργικὸς C 5 δημιουργοῦ///ς C sic ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 29 E] γεννώμενον ἐκ τε ἡδονῆς καὶ λύπης, ὡς ὁ ἐν Φιλήβῳ [48 B] Σωκράτης ἀπέδειξε, φθόνος δὲ καὶ τὸ δυνάμενον εὖ ποιεῖν μὴ εὖ ποιεῖν, ἀλλὰ παρ’ ἑαυτῷ κατέχειν τὸ ἀγαθόν, φθόνος γε μὴν καὶ ἡ ἔνδεια αὕτη τῶν ἀγαθῶν, ἣν μοι δοκεῖ καὶ μάλιστα νῦν ὁ φιλόσοφος παραλαμβάνειν ἐξορίζων αὐτὴν ἀπὸ τῆς θείας οὐσίας· ταύτης γὰρ μόνης ἐξοριζέσθαι πέφυκεν, ἐπειδὴ κατ’ αὐτὴν οὐσίωται τὴν ἀγαθότητα. τὸ μὲν γὰρ ἐπὶ τοῖς ἀλλοτρίοις λυπεῖσθαι ἀγαθοῖς καὶ τὸ παρ’ D αὐτῷ κατέχειν τὸ ἀγαθὸν πάθη μερικῶν ἐστι ψυχῶν· ἡ δὲ ἔνδεια τῶν ἀγαθῶν πᾶσιν ὑπάρχει τοῖς κατὰ μέθεξιν, ἀλλ’ οὐ πρώτως ἀγαθοῖς· ἄλλο γὰρ τὸ ἐπίκτητον ἀγαθόν, ἄλλο τὸ κατὰ μέθεξιν ἀγαθόν, ἄλλο τὸ πρώτως ἀγαθόν. τὸ μὲν γὰρ συμμιχτόν ἐστι πρὸς τὸ ἐναντίον, ὥσπερ καὶ τὸ ἐπίκτητον καλὸν συμπέφυρται πρὸς τὸ αἰσχρόν· τὸ δὲ ὅλον μὲν ἐστὶν ἀγαθοειδές, μετέχει δὲ αὐ τοιούτων ἐστι· τὸ δὲ αὐτοἀγαθὸν πρώτως ἀγαθόν· ὡς γὰρ ὁ αὐτονοῦς <πρώτως νοῦς> ἐστι, καὶ ὡς τὸ αὐτοκαλὸν πρώτως καλόν, οὕτως τὸ αὐτοἀγαθὸν πρώτως ἀγαθόν. τί οὖν τοῦτό ἐστιν; ἡ ἑκάστου θεότης, καθ’ ἣν ἕκαστον τῶν ὄντως ὄντων θεός· οὐδὲν γὰρ αὕτη διαφέρει τῆς ἀγαθότητος· εἰ δὲ τι τῶν δευτέρων λέγοιτο ἀγαθὸν ἢ θεός, τῶν ἐκθεουμένων ἐστιν ἢ ἀγαθινομένων, καὶ διὰ τὴν μετοχὴν θεός, ἀλλ’ οὐ διὰ τὴν οἰκεῖαν οὐσίαν οὐδὲ ἀφ’ ἑαυτοῦ. ταύτην οὖν τὴν μέθεξιν καὶ ἔνδειαν εἴωθεν ὁ Πλάτων καλεῖν, ὥσπερ δὴ καὶ ἐν τῷ Συμποσίῳ [201 BC] τὸν Ἔρωτα τῶν καλῶν καὶ τῶν ἀγαθῶν ἔνδεα προσείρηκε. τὸ τοίνυν θεῖον, καθό τοιούτων ἐστι καὶ οὐ κατὰ μέθεξιν, ἀγαθόν, ὥστε οὐδὲ ἔνδεές ἀγαθοῦ· παντὸς ἄρα φθόνου κρείττον ἐστιν· ὡς γὰρ ἡλίῳ φωτὸς E ὄντι γεννητικῷ τὸ σκότος πελάζειν ἀδύνατον, ἀλλὰ πόρρω