Ancient Greek
1.459.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.459.1
Unproofread scanNot analysed yet
406 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 30B] ἡ δὲ ψυχικὴ ψυχικόν, ὥστε καὶ ἡ νοερὰ νοερὸν, καὶ ὡς αἱ δεύτεραι τάξεις ἀεὶ μετέχουσι τῶν πρὸ αὐτῶν, ἀνάγκη τούτων κειμένων εἶναι τινα τοῦ παντὸς κόσμου νοῦν· δεῖ γὰρ τὴν νοερὰν ψυχὴν νοῦ μετέχειν. εἰ μὲν δὴ τοῦ ὅλου μετέχει, φησὶ τις, ἄτοπον· οὐκ ἔσται γὰρ ἐκεῖνος πάντων δημιουργός· εἰ δὲ ἄλλου τινός, οὗτός ἐστιν ὁ τοῦ παντὸς νοῦς καὶ ὁ κυρίως μεθεκτός, ὡς μετὰ τῆς ψυχῆς τὸ πᾶν συμπληρῶν, ὁ δὲ ὅλος οὕτω μετεχόμενός ἐστιν, ὡς ἐλλάμπων εἰς αὐτήν. εἴτε ἄρα νοῦς ἐφέστηκε τοῖς ὅλοις, ἐμψυχον τὸ πᾶν, εἴτε ἐμψυχον, καὶ ἔννουν ἐστί.