Ancient Greek
1.459.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.459.3
Unproofread scanNot analysed yet
Διὰ δὴ τὸν λογισμὸν τόνδε νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι συνιστὰς τὸ πᾶν συντετεταίνετο [30B]. Δεῖ πρῶτον ἰδεῖν, τίς οὗτος ὁ νοῦς, καὶ πότερον οὐσιώδης ἐστίν, ὑπεραδόμενος τῆς ψυχῆς, ἢ ἔξω νοερὰ τις αὐτῆς, καὶ συλλογίσασθαι, ὅτι οὐσιώδης ἐκ τε τῆς ἀναλογίας —ὡς γὰρ νοῦς πρὸς ψυχὴν, οὕτως ψυχὴ πρὸς σῶμα· ψυχὴ δὲ οὐκ ἔστι σώματος οὕτως ὡς ἔξω, οὐδὲ νοῦς ψυχῆς —καὶ ἐκ τῆς τελικῆς αἰτίας· διὰ γὰρ νοῦν ὑποστῆναι φησι τὴν ψυχὴν, ἀλλ’ οὐκ ἐμπαλιν· εἰ δὲ νοῦ ἕνεκα ψυχῇ, νοῦς δὲ τὸ οὐ ἕνεκα, οὐκ ἔστιν ἔξω ὁ νοῦς· οὐδαμοῦ γὰρ ἡ οὐσία διὰ τὴν ἔξω ὁρίσταται. καὶ τρίτον, ὅτι τοῦτον μὲν τὸν νοῦν ὁ δημιουργὸς ὁρίστησι, τὸν δὲ καθ’ ἑαυτὴν ἡ ψυχὴ κατὰ τὴν ταύτου κύκλον περὶ τὸ νοητὸν κίνησιν, ὡς αὐτὸς ἔφει [37C]· κατὰ γὰρ ἐκείνην νοῦν ἐπιστήμην τε ἐξ ἀνάγκης ἀποτελεῖσθαι. πῶς οὖν ἂν αὐτὴ ὁρίστησιν, ὁ δημιουργὸς ἐμελλεν ὁριστάνειν πρὸ αὐτῆς; ἐπὶ δὲ τούτοις ὀρθῶς ἔχουσι λαβεῖν, ὅτι περ ἐν τῷ δημιουργῷ καὶ ψυχὴ βασιλικὴ καὶ νοῦς ἦν βασιλικός, ὡς φησιν ὁ ἐν Φιλήβῳ [30D] Σωκράτης, κατὰ τὸν τῆς αἰτίας λόγον, καὶ κατὰ ταύτας τὰς πηγὰς τῶν διττῶν τούτων γενῶν καὶ νῦν νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι τίθησιν, οὐ διότι τὰ βελτίονα ἐν τοῖς χείροσιν ἐστιν, οὐδ’ ὅτι δεῖται τις