Ancient Greek
1.463.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.463.2
Unproofread scanNot analysed yet
τάξιν· τάχα δὲ κἀκεῖνο δηλοῖ, τὸ τὸν δημιουργὸν αὐτῷ τῷ εἶναι ποιεῖν καὶ ἀπὸ τῆς οὐσίας τῆς ἑαυτοῦ καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν παραγεῖν· ἴσως δὲ καὶ ὅτι συμπέπλεκται τῇ φύσει τοῦτο τὸ δημιούργημα, καὶ οὐ τοιούτῳ ἐστι τὸ κάλλιστον, οἷον τὸ ὑπερφυὲς, οὔδὲ τὸ ἄριστον, οἷον τὸ κρεῖττον τῆς φύσεως, ἀλλ’ οἷον [τὸ] ἀναμίγνυται τῇ φύσει τὸ ὑπὲρ φύσιν καὶ τοῖς φυσικοῖς τὰ νοερά.