Ancient Greek
1.463.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.463.3
Unproofread scanNot analysed yet
B Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἐμψυχὸν ἐννοῦν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν [30BC]. Ὡσπερ αὐτὸς ὁ κόσμος σύμμικτός ἐστιν ἐκ τε εἰκόνων συγκεῖμενος καὶ θείων οὐσιῶν φυσικῶν τε πραγμάτων καὶ ὑπερφυσῶν, οὕτω δὴ καὶ τὸν περὶ αὐτοῦ λόγον εἰκότα τε προσεῖπεν ὁ Πλάτων καὶ ἀλήθειαν αὐθὶς ἀπεκάλεισεν· ἔστι γὰρ κατὰ μὲν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον εἰκοτολογίας δεόμενος, κατὰ δὲ τὴν ἐν αὐτῷ νοερὰν οὐσίαν ἀληθείας καὶ κατὰ τὴν θείαν αἰτίαν, ᾗ ἡς πρόεισι, διὸ καὶ αὐτὸς περὶ μὲν τοῦ κόσμου μέλλων λέγειν τὸ[ν] εἰκότα προσέθηκε, περὶ δὲ τῆς τοῦ θείου προνοίας τὴν ἀλήθειαν. ἔτι δὲ καὶ κατ’ αὐτὸν τὸν λόγον θεωρήσεις ἂν ἀμφότερα, τὸ τε εἰκὸς καὶ τὴν ἀλήθειαν, οὐ μόνον κατὰ τὴν τῶν πραγμάτων φύσιν ταῦτα διαιρουμένων· ἐπειδή γὰρ πολλαχοῦ μεριστῶς ἀντελαμβάνετο τῆς δημιουργίας, λογισμοὺς καὶ διαιρέσεις καὶ συνθέσεις παραλαμβάνων, ὁμοῦ πάντων ὄντων ἐν τῇ ποιήσει τῇ θείᾳ, πολλαχοῦ δὲ ἐπὶ τὴν ὅλην νόησιν ἀντέτρεχε τοῦ πατρός, ὥσπερ ἐν τοῖς ἀξιόμασιν ἀγα-