Ancient Greek
1.509.9
Proclus Phil., In Platonis Timaeum Commentaria 1.509.9
Unproofread scanNot analysed yet
φύσιν τόπους, οὔτε ἀπὸ τοῦ ἠνώσθαι τὴν οὐσίαν, τουνέστι ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 31B] Πλάτωνος χρησθαι καὶ ἐπὶ πάσας τὰς ἄλλας ἀρχάς· οὐ γὰρ μόνον ἐν διὰ ταύτης δεῖκνυται τὸ νοητὸν ζῷον, ἀλλὰ καὶ εἰς ὁ δημιουργὸς ὁ πρώτιστος, καὶ ὅλως ὅτι οὐ πλείους αἱ ἀρχαὶ τῶν νοητῶν, ἀλλὰ μία· πάλιν γὰρ ἂν ἑτέραν ἀρχὴν δεῖ τῶν πλειόνων εἶναι, δι’ ἣν καὶ αὗται ἀρχαὶ καὶ ἀγέννητοι· πᾶν γὰρ τὸ πλείοσιν ὑπάρχον κατὰ φύσιν ἐκ μιᾶς αἰτίας ἐφήκειν ἀναγκαῖον. εἰ τις οὖν λέγοι θεὸν καὶ ὕλην, ἀναγκάζοιτο ἂν τι θεῖσθαι ἄλλο πρὸ τούτων· οὔτε γὰρ ἡ ὕλη αὐτάρκης οὔτε ὁ θεὸς πάντων περιεκτικός. δεῖ οὖν εἶναι τὴν πάντα περιέχουσαν αἰτίαν πρὸ τούτων καὶ τὴν ὄντως αὐτάρκη καὶ μηδενὸς ἄλλου προσδεομένην.