Ancient Greek
1.510.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.510.3
Unproofread scanNot analysed yet
Ἄλλ’ εἰς ὅδε μονογενὴς οὐρανὸς γεγονὼς ἔστι τε καὶ ἔσται [31B]. Τὸ μὲν ‘μονογενὲς’ τὴν μοναδικὴν αἰτίαν ἀπεικονίζεται καὶ τὴν πάντων περιεκτικὴν τῶν δευτέρων καὶ τὴν ὅλων ἐπικρατοῦσαν οὐσίαν ἐνδείκνυται· καὶ γὰρ ὁ θεολόγος οὕτως τὴν Κόρην μονογένειαν εἴωθε προσαγορεύειν, ὡς τῶν B ἐγκοσμίων ἀπάντων ἡγεμονικῶς προῖσταμένην καὶ τῶν μονογενῶν ζώων αἰτίαν· τὰς γὰρ μὴ μονογενεῖς ἢ μετ’ αὐτὴν ὑφίστησιν θεός, ἄλογους οὔσας. μονογενὴ δ’ οὖν καλεῖ καὶ ἐκεῖνος διὰ ταῦτα τὴν Κόρην, καίτοι καὶ ἄλλην θεότητα παραγαγὼν ἀπὸ τῶν αὐτῶν αἰτιῶν τῇ Κόρῃ. τὸ δὲ ‘ἐν’ ἀπὸ τῆς μιᾶς τῶν ἐνάδων ἐνάδος ἐφήκει τῷ παντί, καθάπερ τὸ πανταχοῦ ὂν ἐκ τοῦ ὄντος, οὕτω δὴ καὶ τὸ ἐν πᾶσιν ἐν ἐκ τοῦ ἑνὸς. τὸ δὲ γεγονὼς καὶ τὸ ἔστι καὶ τὸ ἔσται τὴν ἐν χρόνῳ δηλοῖ τοῦ παντὸς ἀδιότητα, τὴν τῇ ἀπειρίᾳ τοῦ χρόνου ἐκτεινομένην· ἔστι γὰρ τὸ μὲν γεγονὸς τοῦ παρελθόντος, τὸ δὲ ἔστι τοῦ παρόντος, τὸ δὲ ἔσται τοῦ μέλλοντος. ἔχεις οὖν πάλιν τὸ μὲν εἰς κατ’ εἰκόνα τοῦ ἑνὸς