Ancient Greek
1.511.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.511.1
Unproofread scanNot analysed yet
458 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 31B] όντος· τὸ δὲ γεγωνῶς ἔστι τε καὶ ἔσται κατ’ εἰκόνα τοῦ αἰῶνος —τὸ γὰρ αἰώνιον ἄπειρον ἢ ἀπειρία τοῦ χρόνου μεμίμηται —πάντα δὲ ταῦτα κατ’ εἰκόνα τοῦ αὐτοῦφον· πρῶτως γὰρ ἦν ἐκεῖνο μοναδικὸν καὶ ὄντως ἔν καὶ αἰώνιον, τοῦτο δὲ διὰ τὴν πρὸς ἐκεῖνο μίμησιν. ἔτι δὲ τὸ μὲν ‘γε- C γονέναι’ τῆς τελειότητός ἐστι σημαντικόν, τὸ δὲ ‘εἶναι’ τῆς τοῦ ὄντος μετοχῆς, τὸ δὲ ‘ἔσεσθαι’ τῆς ἀειγενεσίας, δι’ ἣν ὁ κόσμος ἀνέκλειπτός ἐστιν· ὥστε καὶ τούτων τὸ μὲν ἐστιν ἀπὸ τοῦ ἑνός —ἐκεῖθεν γὰρ πᾶσιν ἐφήκει τὸ τέλειον —τὸ δὲ ἀπὸ τοῦ ἑνὸς ὄντος, τὸ δὲ ἀπὸ τοῦ αἰῶνος —ἐκεῖθεν γὰρ ὑπάρχει τοῖς ὅλοις τὸ ἀνέκλειπτον.