Ancient Greek
1.60.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.60.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [prooemium] διαφέρει πέμπτου στοιχεῖον καλεῖν ἢ πέμπτου κόσμον καὶ σχῆμα πέμπτου, ὡς ὁ Πλάτων ἐκάλεσεν· —δεύτερα δὲ τὰ κοινὰ πάσης τῆς γενεσιουργοῦ συστάσεως, οὐ δὴ θαυμάσειεν ἂν τις τὸν Πλάτωνα τὰς τε οὐσίας αὐτῶν καὶ τὰς δυνάμεις σὺν πολλῇ τῇ ἀκριβείᾳ θεωρήσαντα καὶ τὴν τε ἁρμονίαν αὐτῶν καὶ τὰς ἐναντιώσεις ὀρθῶς διασωσάμενον· τούτων δὲ αὐ τῶν περὶ τὴν γένεσιν τὰ μὲν προσήκοντα τοῖς μετεώροις, ὧν ὁ μὲν Πλάτων τὰς ἀρχὰς παραδέδωκεν, ὁ δὲ Ἀριστοτέλης τὴν διδασκαλίαν ἐξέτεινε πέρα τοῦ δέοντος, τὰ δὲ εἰς τὴν τῶν ζῴων τείνοντα θεωρίαν, ἣ δὴ παρὰ μὲν τῷ Πλάτωνι κατὰ πάσας τὰς αἰτίας διήρθρωται τὰς τελικὰς καὶ τὰς συναιτίους, παρὰ δὲ τῷ Ἀριστοτέλει μόγις καὶ ἐν ὀλίγοις κατὰ τὸ εἶδος τεθεώρηται· τὰ πολλὰ γὰρ ἄχρι τῆς ὕλης ἵσταται καὶ τὰς ἀποδόσεις ἀπὸ ταύτης τῶν φυσικῶν ποιούμενος δείκνυσιν ἡμῖν, ὅσον ἀπολείπεται τῆς τοῦ καθηγεμόνος ὑφηγήσεως. ταῦτα μὲν δὴ περὶ τούτων.