Ancient Greek
1.60.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.60.3
Unproofread scanNot analysed yet
Τὸ δὲ εἶδος τοῦ διαλόγου καὶ ὁ χαρακτήρ ὁποῖός τις ἐστίν, μετὰ ταῦτα λέγωμεν. ὁμολογεῖται δὴ παρὰ πάντων, ὅτι τοῦ Πυθαγορικοῦ Τιμαίου τὸ βιβλίον ὁ Πλάτων λαβών, ὁ περὶ τοῦ παντὸς αὐτῷ σύγκειται, τὸν τῶν Πυθαγορείων τρόπον τιμαιογραφεῖν ἐπεχείρησεν. ὁμολογεῖται δ’ αὐ καὶ τοῦτο παρὰ τῶν καὶ σμικρὰ τῷ Πλάτωνι συγγεγονότων, ὅτι τὸ ἦθος αὐτοῦ Σωκρατικόν ἐστι καὶ φιλάνθρωπον καὶ ἀποδεικτικόν. εἰπερ οὖν ἄλλοθί που ξυνεκφράσατο τὴν τε Πυθαγόρειον καὶ Σωκρατικὴν ἰδιότητα, κἄν τῷδε τῷ διαλόγῳ τοῦτο φαίνεται ποιῶν· ἐστὶ γὰρ ἐν αὐτῷ παρὰ μὲν τῆς Πυθαγορικῆς συνήθειας τὸ ὑψηλόνουν, τὸ νοερόν, τὸ ἐνθεον, τὸ ἀπὸ τῶν νοητῶν πάντα ἐξάπτον, τὸ ἐν ἀριθμοῖς τὰ ὅλα ἀφοριζόμενον, τὸ συμβολικῶς τὰ πράγματα καὶ μυστικῶς ἐνδεικνύμενον, τὸ ἀναγωγόν, τὸ ὑπεραῖρον τὰς μεριστάς ἐπιβολάς, τὸ ἀποφαντικόν· παρὰ δὲ τῆς Σωκρατικῆς φιλανθρωπίας τὸ εὐσυνουσίαστον, τὸ ἡμερόν, τὸ ἀποδεικτικόν, τὸ