Ancient Greek
1.64.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.64.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [prooemium] ἀλλήλων· τὸ αὐτό, τὸ αὐτοῦ, τὸ αὐτοῦ καὶ ἄλλου, τὸ ἄλλον, τὸ ἄλλο· τοῦτο μὲν δῆλον ὅτι τὸ αἰσθητὸν πᾶν, ἐν ᾧ διά- 5 στασις καὶ μερισμὸς παντοῖος· ἐκείνων δὲ τὸ μὲν ἡ φύσις ἡ ἀχώριστος τῶν σωμάτων, τὸ δὲ ἡ ψυχὴ ἐν ἑαυτῇ τε οὖσα καὶ ἐλλάμπουσα δευτέραν εἰς ἄλλο ζωήν, τὸ δὲ ὁ δημιουργικὸς νοῦς ἐν τῷ ἑαυτοῦ μένων κατὰ τρόπον ἥθει [Tim. 42 E], τὸ δὲ ἡ νοητὴ πάντων αἰτία καὶ παραδειγματικὴ τῶν ὑπὸ τοῦ δημιουργοῦ ποιουμένων, ἣν καὶ αὐτοζῶν διὰ τοῦτο καλεῖν ὁ Πλάτων ἠξίωσεν [30 CD]. ἡ τοίνυν φύσις ἐσχάτη 10 μὲν ἐστὶ τῶν τὸ σωματοειδὲς τοῦτο καὶ αἰσθητὸν δημιουργούντων αἰτίων καὶ τὸ πέρας τοῦ τῶν ἀσωμάτων οὐσιῶν πλάτους, πλήρης δὲ λόγων καὶ δυνάμεων, δι’ ὧν κατευθύνει τὰ ἐγκόσμια, καὶ θεὸς μὲν, τῷ δὲ ἐνθεοῦσθαι καὶ οὐκ αὐτόθεν ἔχουσα τὸ εἶναι θεός —καὶ γὰρ τὰ θεία σώματα 15 θεοὺς καλοῦμεν, ὡς ἀγάλματα τῶν θεῶν —ποδηγετοῦσα δὲ τὸν ὅλον κόσμον ταῖς ἑαυτῆς δυνάμεσι καὶ τὸν μὲν οὐρά- D νὸν τῇ ἑαυτῆς ἀκρότητι συνέχουσα, τὴν δὲ γένεσιν διὰ τοῦ οὐρανοῦ κυβερνοῦσα, πανταχοῦ δὲ τὰ μερικὰ συνυφαίνουσα τοῖς ὅλοις. τοιαύτῃ δὲ οὖσα προεληλυθυιεν ἀπὸ τῆς ἑφο- 20 γόνου θεᾶς· νώτοις δ’ ἀμφὶ θεᾶς φύσις ἄπλετος ἠώρθηται· ἀφ’ ἧς πᾶσα ζωὴ προέειν, ἣ τε νοερὰ καὶ ἡ ἀχώριστος τῶν διοικουμένων· ἐξηρημένη δὲ ἐκεῖθεν καὶ ἀπαιωρούμενη φοιτᾷ διὰ πάντων ἀκωλύτως καὶ πάντα ἐμπνεῖ· δι’ ἣν καὶ τὰ 25 ἀψυχότατα ψυχῆς μετέχει τινός, καὶ τὰ φθειρόμενα μένει διαιωνίως ἐν τῷ κόσμῳ, ταῖς ἐν αὐτῇ τῶν εἰδῶν αἰτίαις συνεχόμενα. ἄρχει δὲ αὐ φύσις ἀκαμάτη κόσμων τε καὶ ἔργων, φησὶ τὸ λόγιον, 30 οὐρανὸς ὄφρα θέῃ δρόμον ἀίδιον κατασύρων