Ancient Greek
1.65.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.65.1
Unproofread scanNot analysed yet
12 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [prooemium] καὶ τὰ ἔξης. ὡστ’ εἰ τις ἐθέλοι τῶν τοὺς τρεῖς δημιουργοὺς λεγόντων εἰς ταύτας ἀναπέμπειν τὰς ἀρχὰς αὐτούς, τὸν δημιουργικὸν νοῦν, τὴν ψυχὴν, τὴν ὅλην φύσιν, ὀρθῶς ἂν λέγοι διὰ τὰς εἰρημένας αἰτίας· εἰ δὲ ἄλλους τινὰς δημιουργοὺς ἐπέκεινα ψυχῆς ὑποτίθεται τρεῖς τοῦ παντός, οὐκ ὀρθῶς· εἰς γὰρ ἐστὶν ὁ τῶν ὅλων δημιουργός· κατενεῖμαντο δὲ αὐτοῦ τὴν ὅλην δημιουργίαν μερικώτεραι δυνάμεις. εἴτ’ οὖν Ἀμέλιος ἐθέλοι ταύτῃ διατάττεσθαι εἴτε Θεόδωρος, οὐ προσοίμεθα τὸν λόγον, ἀλλ’ ἐπὶ τῶν Πλατωνικῶν καὶ Ὀρφικῶν μένειν σπουδάσομεν ὑποθέσεων. καὶ μὴν καὶ ὅσοι τέχνην δημιουργικὴν τὴν φύσιν εἴρηκασιν, εἰ μὲν τὴν ἐν αὐτῷ τῷ δημιουργῷ μένουσάν φασιν, οὐκ ὀρθῶς λέγουσιν, εἰ δὲ τὴν ἀπ’ αὐτοῦ προϊούσαν, ὀρθῶς· τριπλὴν γὰρ τὴν τέχνην νοητέον, τὴν μὲν ἀνεκφοίτητον τοῦ τεχνίτου, τὴν δὲ προϊούσαν μὲν, ἐπιστρέφουσαν δὲ εἰς αὐτόν, τὴν δὴ ἤδη προελθοῦσαν καὶ ἐν ἄλλῳ γενομένην. ἡ μὲν οὖν ἐν τῷ δημιουργῷ τέχνη μένει τε ἐν αὐτῷ καὶ αὐτὸς ἐστι, καθ’ ἣν καὶ ἐργοτεχνίτης ὑπὸ τῶν λογίων ἐπονομάζεται καὶ κόσμου τεχνίτης πυρίου· ἡ δὲ νοερὰ ψυχὴ τέχνη μὲν, ἀλλὰ μένουσα ἄμα καὶ προϊούσα· ἡ δὲ φύσις προελθοῦσα μόνον. διὸ καὶ ὄργανον λέγεται τῶν θεῶν, οὐκ ἄξων οὐδὲ ἀλλοκίνητον μόνον, ἀλλ’ ἔχουσα πῶς τὸ αὐτοκίνητον τῷ ἀφ’ ἑαυτῆς ἐνεργεῖν· τὰ γὰρ ὄργανα τῶν θεῶν ἐν λόγοις δραστηρίοις οὐσίωται καὶ ζωτικὰ ἐστι καὶ σύνδρομα ταῖς ἐνεργείαις αὐτῶν.