Ancient Greek
2.100.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.100.2
Unproofread scanNot analysed yet
ὡν ὁ δημιουργὸς ἑαυτῷ πάντα παραπλήσια ποιεῖ, τοῦτο δ' ἐστὶ τέλεια πάντα καὶ αὐτάρκη· στοιχεῖον γὰρ τοῦ ἀγαθοῦ τὸ αὐτάρκες. καὶ οὐ δήπου διὰ τὴν αὐτάρκειαν ταύτην ἀπέσπασται τοῦ ποιήσαντος ὁ κόσμος ὡς ἑαυτῷ δυνάμενος ἀρκεῖν, ἀλλὰ μειζόνως ἐνοῦται πρὸς αὐτόν· ὅσῳ γὰρ αὐτῷκέστερός ἐστι, τοσοῦτω μᾶλλον εἰς ὁμοιότητα καθίσταται τὴν πρὸς αὐτόν, ὅσῳ δὲ μᾶλλον ὁμοιοῦται, τοσοῦτω τελειότερον ἐνοῦται πρὸς τὴν ἀγαθότητα τὴν δημιουργικήν. αὐτάρκες οὖν τὸ πᾶν, ὡς αἰσθητὸν καὶ ἀπροσδεὲς ἄλλων [τῶν] αἰσθητῶν· τούτοις γὰρ τοῦτο προσήκει τὸ ὄνομα· θεῶν δὲ ἐπιδεῖς, ὡς ἀεὶ πληρουμένον ἀπ' αὐτῶν, μᾶλλον δὲ οὐδὲ τούτων ἐπιδεῖς· πανταχοῦ τε γὰρ πάρεστι τὸ θεῖον καὶ αὐτὸ πρὸς τὴν ὑποδοχὴν παρεσκεύασται τῶν θείων ἀγαθῶν. ὥσπερ οὖν τὸ ὅμοιον τοῦ ἀνομοίου κρεῖττον κατὰ τὴν τοῦ Διὸς κρίσιν [leg. VI 757 B], οὕτω καὶ τὸ αὐτάρκες τοῦ ἐνδεοῦς ἐστὶ θεῖότερον· κρατεῖ γὰρ τὸ τε αὐτάρκες ἐν θεοῖς καὶ ἡ ὁμοιότης ἐν τοῖς οὖσι· καὶ τοῦτό ἐστιν ἄλλο δόγμα τοῦ μεγίστου Διός. Χειρῶν δέ, αἳς οὔτε λαβεῖν οὔτ' αὖ τιν' ἀμύνασθαι χρεία τις ἦν, μάτην οὐκ ἦστο δεῖν αὐτῷ προσάπτειν, οὐδὲ ποδῶν οὐδὲ ὅλως τῆς περὶ τὴν βάσιν ὑπηρεσίας [33 D 34 A].