Ancient Greek
2.100.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.100.3
Unproofread scanNot analysed yet
167 Τελευταία τῶν αἰσθήσεων ἐστὶν ἡ ἀφή. ταύτης μάλιστα μὲν κατὰ πᾶν τὸ σῶμα μετέχει τὸ ζῷον, ἰδίως δὲ κατὰ τὰς χεῖρας· αὗται γὰρ τὸ ἀπτικώτατον, ὡς ἐστὶν ἐπὶ τῆς ἐνεργείας ὁρᾶν. ἐπειδή δὲ διττὴν ἡμῖν χρείαν αἱ χεῖρες παρέχονται —τὰ μὲν γὰρ εὐφραίνοντα δι' αὐτῶν λαμβάνομεν, τὰ δὲ λυποῦντα ἀπαθοῦμεθα —τὸ δὲ πᾶν οὔτε λαμβάνειν τι δυνατόν —ἔχει γὰρ πᾶν ὁ βούλεται —οὔτε ἀμύνασθαι τι —λυπεῖ γὰρ οὐδέν, ὅτι μηδὲ ἀλλοτρίον ἐστὶν αὐτοῦ μηδέν —οὐδὲν ἂν χειρῶν δέοιτο· οὐδὲν γὰρ μάτην ἡ φύσις ποιεῖ οὐδὲ ὁ θεός, φησὶν Ἀριστοτέλης· ὥστε εἰκότως ὁ δημιουργὸς οὐδὲ χεῖρας ἑαυτῷ προσέφυσεν· μάτην γὰρ ἂν