Ancient Greek
2.102.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.102.1
Unproofread scanNot analysed yet
92 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33D 34A] οὕτω καὶ κίνησιν τὴν ἐν αὐτῷ καὶ περὶ αὐτὸν ἀνακυκλουμένην, καὶ ταῦτα ἀμφότερα κατὰ τὴν τοῦ παραδείγματος ὁμοίωσιν· καὶ γὰρ ἐν ἐκείνῳ νόησίς τε ἦν εἰς ἑαυτὴν συννεῦουσα καὶ ζωὴ πρὸς ἑαυτὴν ἐπεστραμμένη καὶ γνῶσις οὐ κατὰ μετάβασιν οὐδὲ κατὰ μερισμόν, ἀλλ’ αὐτοτελῆς καὶ αὐτοῖς ἡνωμένη τοῖς νοητοῖς· τοιούτος γὰρ ὁ ἐκεῖ νοῦς, πρὸ ἐνεργείας ἐνεργῶν, ὅτι μηδὲ προῆλθεν, ἀλλ’ ἔμεινεν ἐν τῷ πατρικῷ βυθῷ καὶ ἐν τῷ ἀδύτῳ κατὰ τὴν θεοθρέμμονα σιγὴν.