Ancient Greek
2.101.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.101.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33D 34A] ἦσαν. ἐπειδὴ δὲ τὸ κινητικὸν ἐξήπται τοῦ αἰσθητικοῦ —λέγω δὲ τὸ φυσικῶς κινητικόν —οἰκείως ἄμα καὶ εὐλόγως ἀπὸ τῶν αἰσθητικῶν ὀργάνων ἐπὶ τὰ πορευτικὰ προῆλθεν ὁ λόγος· οἱ γὰρ πόδες ὄργανα κατεσκευάσθησαν πρὸς τὴν κατ’ 5 εὐθείαν κίνησιν καὶ τὰ ἄλλα μόρια τὰ πρὸς τὴν βάσιν ὑπηρετοῦντα, οἷον καὶ κνήμη καὶ γόνη καὶ μηρὸς καὶ εἴ τι τοιούτων· τὸ δὲ πᾶν κινεῖσθαι κατ’ εὐθεῖαν ἀδύνατον· οὐ γὰρ ἔστι κενὸν ἔξω τοῦ παντός, ὡς δέδεικται πρότερον [p. 73 s]. τὰ μὲν οὖν μόρια, τὰ τε πορευτικὰ καὶ τὰ 10 αἰσθητικά, διὰ τούτων ἀφεῖλε. καὶ πάλιν κάνταυθὰ ἠτέον, ὅτι τὰ κινητικὰ ἀφαιρῶν ὄργανα πόδας ἀφεῖλε μόνους, ἀλλ’ οὐ πτέρυγας, διότι τοῖς τελειοτέροις ἀρκοῦσιν οὗτοι πρὸς κίνησιν ζωῆς, ταῦτόν καὶ ἐνταῦθα ποιῶν, ὅπερ ἐπὶ τε ὀσφρήσεως καὶ ἀναπνοῆς. ἑτέον δὲ πάλιν, ὅτι ταῦτα μὲν οὐδα- 15 μῶς ἔστιν ἐν τῷ παντί, τρόπον δὲ ἄλλον ἔστι καὶ αἴσθησις καὶ ἡ κίνησις. ἐπεὶ γὰρ ἐν αὐτῷ περιεῖληπται πᾶν τὸ ὁποσοῦν αἰσθητὸν καὶ τὸ πρῶτον αἰσθητὸν ἔστιν αὐτός, ἔχει καὶ μίαν αἴσθησιν τῷ τοιούτῳ συζυγοῦσαν αἰσθητῷ· καθάπερ γὰρ ἡ τοῦ δημιουργοῦ νόησις πρὸς τὸ ὅλον νοητὸν 20 συνέζευκται καὶ καταπίνειν τὸ πᾶν ἐν αὐτῷ λέγεται, τοῦτον τὸν τρόπον καὶ ὁ κόσμος καταπίνει τῇ ἑαυτοῦ αἰσθήσει ἑαυτὸν καὶ περιλαμβάνει τῇ συμφνεῖ γνώσει τὸ γνωστόν. καὶ ἄλλως δὲ δυνάμεις μὲν ἔχει πάντων κρατητικὰς καὶ φρουρητικάς, καὶ αὗται εἰσιν αἱ ἐν αὐτῷ χεῖρες, τάξεις δὲ περι- 25 ἔχει τελεσιουργούς, καὶ αὗται ἀναλογοῦσι τοῖς θρεπτικοῖς μορίοις, αἰτίας δὲ ὑπεδέξατο ζωογονικὰς τὰς τοῖς τῆς ἀναπνοῆς μορίοις ἀναλογοῦσας. ἔτι καὶ ἄλλας ἔχει δυνάμεις, τὰς μὲν ἀποπληρουσὰς αὐτὸν τῶν ἀφανῶν αἰτίων, τὰς δὲ συναπτοῦσας πρὸς τὸ νοητὸν φῶς, ὧν αἱ μὲν ἀνὰ λόγον 30 δράσεως ἔχουσι λόγον, <αἱ δὲ ἄφης>. τῇ δὲ αἰσθήσει ταύτῃ καὶ τὴν κίνησιν ἀνὰ λόγον ἔχει φυσικῶς τε καὶ θεολογικῶς σκοποῦσιν· ὡς γὰρ αἴσθησιν ἔχει τὴν αὐτοῦ πρὸς ἑαυτόν,