Ancient Greek
2.102.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.102.1-2
Unproofread scanNot analysed yet
οὕτω καὶ κίνησιν τὴν ἐν αὐτῷ καὶ περὶ αὐτὸν ἀνακυκλοῦμένην, καὶ ταῦτα ἀμφότερα κατὰ τὴν τοῦ παραδείγματος ὁμοίωσιν· καὶ γὰρ ἐν ἐκείνῳ νόησις τε ἦν εἰς ἑαυτὴν συννεύουσα καὶ ζωὴ πρὸς ἑαυτὴν ἐπεστραμμένη καὶ γνῶσις οὐ κατὰ μετάβασιν οὔδὲ κατὰ μερισμόν, ἀλλ’ αὐτοτελῆς καὶ αὐτοῖς ἡνωμένη τοῖς νοητοῖς· τοιοῦτος γὰρ ὁ ἐκεῖ νοῦς, πρὸ ἐνεργείας ἐνεργῶν, ὅτι μηδὲ προῆλθεν, ἀλλ’ ἔμενεν ἐν τῇ πατρικῷ βυθῷ καὶ ἐν τῷ ἀδύτῳ κατὰ τὴν θεοθρέμμονα σιγὴν.