Ancient Greek
2.102.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.102.2
Unproofread scanNot analysed yet
Κίνησιν γὰρ ἀπένειμεν αὐτῷ τὴν τοῦ σώματος οἰκείαν, τῶν ἐπτὰ τὴν περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν [34 A]. Τῶν παλαιῶν οἱ μὲν τὸν κόσμον ἐπιστρέψαντες ἐπὶ τὸν νοῦν καὶ διὰ τοῦ ἔρωτος τοῦ περὶ τὸ πρῶτον ὀρεκτὸν δόντες αὐτῷ τὴν κίνησιν οὐδὲν ἔφασαν ἀπὸ τοῦ νοῦς καθῆκειν εἰς αὐτόν, τοῦ νοῦ τὸ γόνιμον ἀφελόντες καὶ ἐν ἴσῳ προστάξαντες αὐτὸν τοῖς ἑρασμοῖς μὲν τῶν αἰσθητῶν, μηδὲν δὲ γεννητικὸν ἔχουσιν ἐν τῇ ἑαυτῶν φύσει. οἱ δὲ ἀνάπαλιν τὸν μὲν νοῦν ἢ τὴν ψυχὴν ἢ ὅ,τι ἂν ᾖ τὸ ὑπὲρ τὸν κόσμον ὄραν εἰς αὐτὸν ὁμολογοῦσιν, αὐτῷ δὲ οὐ δεδοῦκασιν τὴν κίνησιν <ὡς> αὐτοφυῆ καὶ οἰκείαν, ἀλλ’ ἐξωθεν μόνον ἐν κύκλῳ περιάγεσθαι φασιν· οὓς καὶ Ἀριστοτέλης ἐπεφράπισεν ὡς ἀναιροῦντας τὴν ἀιδιότητα τοῦ παντός· τὸ γὰρ βίαιον οὐκ ἔστιν ἀίδιον. ὁ δὲ γε Πλάτων τὰ ἀμφοτέρων φυλαξάμενος παροράματα τῷ τε κόσμῳ τὴν κίνησιν ὡς οἰκείαν ἀποδίδωσι καὶ αὐτοφυῆ καὶ τὸν δημιουργὸν αἴτιον αὐτῆς ἀποφαίνεται. καὶ ἔστιν ἔκτον τοῦτο δημιουργικὸν δῶρον εἰς τὸν κόσμον, ἢ νοῦν μιμουμένη κίνησις, ἣν ἔχειν <φασίν> αὐτὸν καὶ ἀφ’ ἑαυτοῦ καὶ ἀπὸ τοῦ πατρός. τὸ μὲν γὰρ ἀπένειμεν εἰς τὴν πατρικὴν ἡμᾶς αἰτίαν ἀναπέμπει· παρ’ οὗ γὰρ ἡ οὐσία τῷ παντί, παρ’ ἐκείνου καὶ ἡ κατὰ φύσιν κίνησις. τὸ δὲ τὴν τοῦ σώματος οἰκείαν ἐπὶ τὴν ἰδίαν τοῦ κόσμου