Ancient Greek
2.104.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.104.1
Unproofread scanNot analysed yet
94 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34A] ὡς οἰκείαν, εἶτα καὶ ὅλον τὸ πᾶν· καὶ γὰρ τὸ μετ’ ἐκεῖνο κυκλίζεται κατὰ δύναμιν. τί γὰρ ἄλλο τὸ οἰκεῖον ἐστὶν ἢ τὸ κατὰ φύσιν; ἐστὶ δὲ τὸ κατὰ φύσιν τῇ οὐσίᾳ τοῦ παντὸς ἡ κύκλῳ κίνησις· ὡς γὰρ τὸ σχῆμα σφαιρικὸν ἔλαχεν, οὕτως καὶ τὴν κατὰ φύσιν κίνησιν κυκλικήν. καὶ ἐπὶ τὸ τῶν κυκλοφορίαν μηδὲν ἐναντίον ἔχειν· ἐπτά γὰρ οὐσῶν τῶν τοπικῶν κινήσεων, τῆς κύκλῳ, τῆς ἄνω, τῆς κάτω, τῆς ἐπὶ τὸ δεξιόν, τῆς ἐπὶ τὸ ἀριστερόν, τῆς ἐπὶ τὸ πρόσσω, τῆς ἐπὶ τὸ ὀπίσω, τὰς μὲν ἕξ εἴποις ἂν ἐναντίον ἔχουσας (αἱ γὰρ ἐπὶ τοὺς ἐναντίους τόπους ἀπὸ τῶν ἐναντίων κινήσεις ἐναντίαι), τὴν δὲ κύκλῳ πάσης ἐναντιώσεως ἐξηρημένην· ὅπου γὰρ αἱ κατ’ εὐθεῖαν κινήσεις γεννῶνται καὶ συνἔχονται ὅπ’ αὐτῆς, ὡς καὶ ἡ μηχανικὴ δείκνυσιν, πῶς ἂν εἴποις ἐναντίαν εἶναι τινὰ τούτων πρὸς αὐτήν; τὸ γὰρ ἐναντίον τοῦ ἐναντίου φθαρτικόν ἐστι καὶ οὐ γεννητικόν. καὶ οὐδὲ μέχρι τούτων ἔστησε τὸν λόγον ὁ Πλάτων, ἀλλὰ καὶ τὸ ἴδιον τῆς κυκλοφορίας εἰπὼν θαυμαστὴν ἀπέφηνεν αὐτὴς πρὸς τὰς ἄλλας ὑπεροχήν· τὴν γὰρ περὶ νοῦν καὶ φρόνησιν ταύτην ἐπωνόμασε, καὶ οὐδὲ ἀπλῶς, ἀλλὰ τὸ μάλιστα προσθεὶς· τῶν γὰρ ἐπτά τούτων κινήσεων ἡ μὲν κυκλικὴ νοῦν μιμεῖται καὶ τὴν νοερὰν ζωὴν ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ καθ’ ἕνα λόγον καὶ μίαν τάξιν ἐστώσαν καὶ τὴν κίνησιν ἔχουσαν ὑπὸ τῆς στάσεως κρατουμένην, ἡ δὲ λοιπὴ πάσαι τὴν ψυχὴν· ἐν ταύτῃ γὰρ πρῶτως τὸ ποθὲν ποὺ καὶ ἡ μετάβασις, καὶ ἐστὶν ἐν αὐτῇ τὸ μὲν νοητὸν ἄνω, τὸ δὲ αἰσθητὸν κάτω, καὶ ὁ μὲν ταύτῳ κύκλος δεξιός, ὁ δὲ θατέρου τούτῳ ἐναντίος, καὶ ὁ μὲν νοῦς ἔμπροσθεν, ἡ δὲ φύσις ὀπίσθεν· οὕτω γὰρ καὶ ὑπέστη τὴν ἀρχήν. καὶ ἡ μὲν κυκλοφορία κατ’ ἀμφοτέρους τοὺς ἀριθμοὺς φέλειται πρὸς νοῦν, εἴτε τὴν μονάδα αὐτῇ εἴτε τὴν ἑπτάδα βούλοιο προσφέρειν, πρώτην ἢ ἑβδόμην αὐτὴν καταριθμούμενος· καὶ