Ancient Greek
2.105.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.105.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34A] γὰρ ἡ μονὰς καὶ ἡ ἑπτάς ἀριθμοὶ νοεροὶ τινες, ἡ μὲν γε μονὰς αὐτόθεν νοῦς, ἡ δὲ ἑπτάς τὸ κατὰ νοῦν φῶς. καὶ διὰ τοῦτο καὶ ὁ περικόσμος νοῦς μοναδικὸς τε καὶ ἑβδομαδικὸς ἐστιν, ὡς φησιν Ὀρφεύς [frg. 148]. ἐπὶ δὲ ἡ μὲν 5 μονὰς Ἀπολλωνιακή, ἡ δὲ ἑπτάς Ἀθηναϊκή, νοῦς οὖν πάλιν καὶ φρόνησις, ὥστε ἡ κυκλοφορία καὶ διὰ τῶν ἀριθμῶν δείκνυται πρὸς νοῦν καὶ φρόνησιν ἀνηρτημένη. ἡ δὲ κατ’ εὐθείαν κίνησις διὰ τῆς ἑξάδος τὴν πρὸς τὸ ψυχικὸν ἴδιωμα συγγένειαν αὐτῆς ἐπιδείκνυσι· καὶ γὰρ ὁ ἀριθμὸς οὗτος, ἡ 10 ἑξάς, οἰκεῖός ἐστι τῇ ψυχῇ. καὶ τοῦτο μὲν ἔστω προιόνσι καταφανές· ἐπὶ δὲ τὰ ἑξῆς τοῦ Πλάτωνος μετίωμεν.