Ancient Greek
2.105.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.105.1-2
Unproofread scanNot analysed yet
γὰρ ἡ μονὰς καὶ ἡ ἑπτὰς ἀριθμοὶ νοεροὶ τινες, ἡ μὲν γε μονὰς <ὁ> αὐτόθεν νοῦς, ἡ δὲ ἑπτὰς τὸ κατὰ νοῦν φῶς. καὶ διὰ τοῦτο καὶ ὁ περικόσμιος νοῦς μοναδικὸς τε καὶ ἑβδομα-δικὸς ἐστιν, ὡς φησιν Ὀρφεύς [frg. 148]. ἔτι δὲ ἡ μὲν μονὰς Ἀπολλωνιακή, ἡ δὲ ἑπτὰς Ἀθηναική, νοῦς οὖν πάλιν καὶ φρόνησις, ὥστε ἡ κυκλοφορία καὶ διὰ τῶν ἀριθμῶν δείκνυται πρὸς νοῦν καὶ φρόνησιν ἀνηρημένη. ἡ δὲ κατ’ εὐθείαν κίνησις διὰ τῆς ἑξάδος τὴν πρὸς τὸ ψυχικὸν ἴδιωμα συγγένειαν αὐτῆς ἐπιδείκνυσιν· καὶ γὰρ ὁ ἀριθμὸς οὗτος, ἡ ἑξάς, οἰκεῖός ἐστι τῇ ψυχῇ. καὶ τοῦτο μὲν ἔσται προιοῦσι καταφανές· ἐπὶ δὲ τὰ ἑξῆς τοῦ Πλάτωνος μετίωμεν.