Ancient Greek
2.104.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.104.1-2
Unproofread scanNot analysed yet
ὡς οἰκεῖαν, εἶτα καὶ ὅλον τὸ πᾶν· καὶ γὰρ τὸ μετ’ ἐκεῖνο κυκλίζεται κατὰ δύναμιν. τί γὰρ ἄλλο τὸ οἰκεῖον ἐστὶν ἢ τὸ κατὰ φύσιν; ἐστὶ δὲ τὸ κατὰ φύσιν τῇ οὐσίᾳ τοῦ παντὸς ἡ κύκλῳ κίνησις· ὡς γὰρ τὸ σχῆμα σφαιρικὸν ἔλαχεν, οὕτως καὶ τὴν κατὰ φύσιν κίνησιν κυκλικήν. καὶ ἔτι τὸ τὴν κυκλοφορίαν μηδὲν ἐναντίον ἔχειν· ἐπτὰ γὰρ οὐσῶν τῶν τοπικῶν κινήσεων, τῆς κύκλῳ, τῆς ἄνω, τῆς κάτω, τῆς ἐπὶ τὸ δεξιόν, τῆς ἐπὶ τὸ ἀριστερόν, τῆς ἐπὶ τὸ πρόσω, τῆς ἐπὶ τὸ ὀπίσω, τὰς μὲν ἐξ εὐροῖς ἂν ἐναντίον ἔχουσας (αἱ γὰρ ἐπὶ τοὺς ἐναντίους τόπους ἀπὸ τῶν ἐναντίων κινήσεις ἐναντίαι), τὴν δὲ κύκλῳ πάσης ἐναντιώσεως ἐξηρημένην· ὅπου γὰρ αἱ κατ’ εὐθεῖαν κινήσεις γεννῶνται καὶ συνέχονται ὑπ’ αὐτῆς, ὡς καὶ ἡ μηχανικὴ δείκνυσιν, πῶς ἂν εἴποις ἐναντίαν εἶναι τινὰ τούτων πρὸς αὐτήν; τὸ γὰρ ἐναντίον τοῦ ἐναντίου φθαρτικόν ἐστι καὶ οὐ γεννητικόν. καὶ οὐδὲ μέχρι τούτων ἔστησε τὸν λόγον ὁ Πλάτων, ἀλλὰ καὶ τὸ ἴδιον τῆς κυκλοφορίας εἰπὼν θαυμαστὴν ἀπέφηνεν αὐτῆς πρὸς τὰς ἄλλας ὑπεροχήν· τὴν γὰρ περὶ νοῦν καὶ φρόνησιν ταύτην ἐπωνόμασε, καὶ οὐδὲ ἀπλῶς, ἀλλὰ τὸ μάλιστα προσθεὶς· τῶν γὰρ ἐπτὰ τούτων κινήσεων ἡ μὲν κυκλικὴ νοῦν μιμεῖται καὶ τὴν νοερὰν ζωὴν ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ <καὶ> καθ’ ἕνα λόγον καὶ μίαν τάξιν ἐστώσαν καὶ τὴν κίνησιν ἔχουσαν ὑπὸ τῆς στάσεως κρατουμένην, ἡ δὲ λοιπὴ πᾶσαν τὴν ψυχήν· ἐν ταύτῃ γὰρ πρῶτος τὸ ποθὲν ποὺ καὶ ἡ μετάβασις, καὶ ἐστὶν ἐν αὐτῇ τὸ μὲν νοητὸν ἄνω, τὸ δὲ αἰσθητὸν κάτω, καὶ ὁ μὲν ταύτου κύκλος δεξιός, ὁ δὲ θάτερον τούτῳ ἐναντίος, καὶ ὁ μὲν νοῦς ἔμπροσθεν, ἡ δὲ φύσις ὀπίσθεν· οὕτω γὰρ καὶ ὑπέστη τὴν ἀρχήν. καὶ ἡ μὲν κυκλοφορία κατ’ ἀμφοτέρους τοὺς ἀριθμοὺς φέρεται πρὸς νοῦν, εἴτε τὴν μονάδα αὐτῇ εἴτε τὴν ἑπτάδα βούλοιο προσφέρειν, πρώτην ἢ ἑβδόμην αὐτὴν καταριθμοῦμενος· καὶ