Ancient Greek
2.105.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.105.4
Unproofread scanNot analysed yet
Τὸ μὲν παράδειγμα τῆς κυκλοφορίας ὅτι νοῦς ἐστι καὶ φρόνησις, ἐξῆρται πρότερον [p. 94,17 ss]· τίς δὲ ἐστιν αὕτη 20 καὶ πῶς ἀπεικάζεται πρὸς νοῦν, ἐν τούτοις παραδίδωσιν ὁ λόγος· ἐστι γὰρ ἡ κυκλοφορία κίνησις κατὰ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ ἐν ἑαυτῇ περιεχομένη, καθάπερ ἐν τούτοις τέ φησιν ὁ Τίμαιος καὶ ἐν Νόμοις [X 898A] ὁ Ἀθηναῖος Ξένος· ὧν τὸ μὲν κατὰ ταῦτὰ ταυτόν ἐστι τῷ καθ’ ἕνα 25 λόγον καὶ μίαν τάξιν. τί γάρ, εἰ κινοῖτο μὲν τὸ πᾶν κυκλικῶς, μεταβάλλοι δὲ ἄλλοτε ἄλλως ἀντέλλον ἢ δύνον, ὡς φησιν ὁ ἐν τῷ Πολιτικῷ [269A] μῦθος; ἢν οὖν μὴ τοῦτο ὑπολάβωμεν, τὸ κατὰ ταῦτὰ πρόκειται τῶν ἄλλων περὶ αὐτῆς ἡμάτων. οὐκ ἄρα ὀρθῶς ὁ Πλατωνικὸς Σενή- 30 ρος —παρρησιασόμεθα γὰρ ἐντεῦθεν πρὸς αὐτόν —τὰς ἀνακυκλήσεις τὰς μυθικὰς προσέμενος καὶ γενητὸν οὕτω