Ancient Greek
2.106.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.106.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34 A] Ε ποιῶν καὶ ἀγέννητον τὸν κόσμον· τὸ μὲν γὰρ πᾶν κατὰ ταῦτά φησιν ὁ Πλάτων [leg. 1. c.] καὶ ὁσαύτως κινεῖσθαι καὶ καθ’ ἕνα λόγον καὶ μίαν τάξιν· ἡ δὲ ἀνακύκλησις οὕτως, ὥσπερ λέγεται, τὴν μίαν ἀναιρεῖ τάξιν τῆς κινήσεως. ἀλλ’ αὕτη μὲν ὅπως διαμεμυθολόγηται πρὸς τοῦ καθηγεμόνος ἡμῶν ἐν τοῖς εἰς ἐκεῖνον ἀναγεγραμμένοις τὸν διάλογον εἴρηται τῷ Πλάτωνι κατὰ νοῦν. τὸ δὲ ἐν τῷ αὐτῷ τὸ ἀμετάβατον ἐν τῇ μεταβάσει δηλοῖ καὶ τὸ κρατεῖσθαι τῇ στάσει τὴν κίνησιν· διότι γὰρ οὐκ ἔστι κενὸν ἔξω τοῦ παντός, δεῖ δὲ κινεῖσθαι τὸ πᾶν σῶμα φυσικὸν ὄν —ἀρχὴ γὰρ ἡ φύσις κινήσεως —περὶ ἑαυτὸ κινεῖται στρεφόμενον καὶ ἐν τῷ αὐτῷ τόπῳ· τὸν γὰρ ὅλον κατέχει τόπον ὁ τοῦ παντὸς ὄγκος καὶ τοῖς μέρεσι τὰ μέρη τοῦ διαστήματος, καὶ ὡς ὅλον ἀμετάβατον ὄν μετακινεῖται τοῖς μορίοις. τὸ δὲ ἐν ἑαυτῷ δι’ αὐτὴν ταύτην τὴν τῶν μορίων ἀντιμετάστασιν οὐ γὰρ ἄλλου δεῖται τοῦ μεθισταμένου πρὸς τὴν ἑαυτοῦ κίνησιν, ἀλλ’ αὐτὸ ἑαυτῷ παραχωρεῖ καὶ αὐτὸ ἑαυτῷ ἀντιμεθίσταται, ὥστε ἐν ἑαυτῷ κινεῖται τῶν μορίων αὐτοῦ ταῖς ἀλλήλων κινήσεσιν ἀντιμεθισταμένων. ἔχεις οὖν διὰ μὲν τοῦ κατὰ ταῦτὰ τὸ ἄδιον, διὰ δὲ τοῦ ἐν τῷ αὐτῷ τὸ ἀμετάβατον, διὰ δὲ τοῦ ἐν ἑαυτῷ τὸ εἶδος τῆς μεταβάσεως, ἐκ δὲ ἀπάντων, ὅτι ἡ κυκλοφορία κίνησις ἐστιν ἀκατάληκτος ἐν τῷ ἐνὶ τόπῳ μένουσα καὶ ἐπιτελουμένη κατὰ τὴν τῶν μορίων ἀντιπαραχώρησιν. τοιαύτη δὲ οὕσα δῆλον ὡς ὁμοιοτάτη πρὸς τὸν νοῦν ἐστιν· καὶ γὰρ ὁ νοῦς αἰωνίως νοεῖ καὶ ἐπὶ τῆς αὐτῆς ἴδρυται τάξεως, καὶ πάντα τὰ ἐν αὐτῷ νοερά ἐστι καὶ ἐνεργητικώτατα καὶ ζωὴν ἔχοντα ἀγρυπνον. καὶ τοῦτο μὲν δῆλον. ἐκεῖνο δὲ ἀξίων θαυμάσαι τοῦ Πλάτωνος, ὅτι περὶ μὲν τῆς οὐσίας τοῦ παντὸς διαλεγόμενος πρὸς τὸ νοητὸν ζῷον ἀπεῖλαξεν αὐτήν, περὶ δὲ τῆς κινήσεως νῦν ἀναδιδάσκων ἐπὶ τὸν νοῦν αὐτῆς ἀναπέμπει τὴν ὁμοιότητα, ἀναλογίαν ἡμῖν καὶ ἐν ἐκείνοις ἀπὸ τούτων παραδιδούς, ὡς τὸ μὲν νοητὸν οὐσίας ἔχει λόγον, ὁ δὲ νοῦς