Ancient Greek
2.108.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.108.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34 AB] πρὸς ἓν τέτακται νοητὸν ἄλλοτε ἐν ἄλλοις εἴδεσι γιγνομένη. μόνος δὲ ἀπλανὴς ἐν τοῖς οὖσιν ὁ νοῦς, ἀεὶ τὸ αὐτὸ νοῶν καὶ πρὸς τὸ αὐτὸ καὶ περὶ τὸ αὐτὸ ἐνεργῶν. εἰκότως οὖν καὶ ὁ κόσμος ὁ τὸν νοῦν κατὰ τὴν φορὰν μιμούμενος ὡς ἐστὶν ἀπλανής, ἀεὶ τὴν αὐτὴν ὡσαύτως 5 μονοειδῆ ποιοῦμενος περιόδον. τῷ δὲ αὐτῷ τούτων κινουμένῳ τὸν τρόπον οὐδεμιᾶς δεῖ ποδῶν προσθήκης ἢ τῶν πορευτικῶν ὅλως ὀργάνων, διόπερ ἀσκελὲς καὶ ἄπουν ἐγέγετο τὸ πᾶν. τοῦτο ἄρα καὶ οἱ θεολόγοι βουλόμενοι πῶς ἡμῖν ἐνδείξασθαι τὸν τοῦ σωματικοῦ δημιουργὸν θεὸν ἀμφι- 10 γυηεῖν εἰδόθαι καλεῖν, ὡς ἀσκελὲς καὶ ἄπουν ὑποστήσαντα τὸ πᾶν, ἐφ' ᾧ καὶ οἱ θεοὶ γελῶσιν ἀσβεστον γέλωτα καὶ τῷ γέλῳτι πρόνοιαν ποιοῦνται τῶν ἐγκοσμίων ἀκατάληκτον. Οὕτως δὴ πᾶς ὤντος ἀεὶ λογισμὸς θεοῦ περὶ τὸν ποτὲ ἐσόμενον θεὸν λογισθεὶς λεῖον καὶ ὁμαλὸν 15 πανταχῇ τε καὶ ἐκ μέσου ἴσον καὶ ὅλον καὶ τέλειον ἐκ τελείων σωμάτων σῶμα ἐποίησε [34 AB].