Ancient Greek
2.108.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.108.3
Unproofread scanNot analysed yet
D Τὸν ἕνα νοῦν μιμούμενος καὶ τὴν ἐνὶ περιεχομένην τῶν ὅλων νόησιν συνάγει πάντα εἰς ταὐτὸν ὁ λόγος καὶ πρὸς ἓν ἀνάγει πάντα κεφάλαιον, τὴν τοῦ σωματικοῦ συστή- 20 ματος δημιουργίαν. δεῖ τοίνυν καὶ ἡμᾶς ἀναμνησθῆναι τῶν προειρημένων. οὐκοῦν εἴρηται, ὅτι τὰ στοιχεῖα δι' ἀναλογίας ὁμολογήσαντα πάντα ἐν τῷ κόσμῳ παρελήφθαι, καὶ ὅτι γέγονεν ὅλον ἐξ ὅλων τὸ πᾶν, καὶ ὅτι σφαιρικὸν καὶ λεῖον καὶ γνῶσιν ἔχον αὐτὸ ἑαυτοῦ καὶ κίνησιν ἐν ἑαυτῷ. τοῦ- 25 τῶν δὲ εἰρημένων δῆλον μέν, ὡς αὐτὸς ὁ σύμπας κόσμος ὁμοίωται πρὸς τὸ παντελὲς ζῷον, ἢ δὲ καθ' ὅλα αὐτοῦ διακόσμησις ταῖς δευτέροις καὶ τρίταις αἰτίαις ἀνὰ λόγον πρό-