Ancient Greek
2.109.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.109.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34AB] εισιν· ὁ μὲν τῶν στοιχείων ἀριθμὸς καὶ ὁ διὰ τῆς ἀναλογίας E ἐποιοὺς αὐτῶν δεσμὸς τῇ ἀχωμάτῳ καὶ ἀσχηματίστῳ καὶ ἀναφεῖ οὐσία· ἐκεῖ γὰρ ὁ ἀριθμός· ἡ δὲ πρώτη κοσμήσασα πάντα ὅλότης ἐξ ὅλων οὖσα τῶν στοιχείων πρὸς τὴν ὅλότητα τὴν νοεράν, ἡ δὲ σφαῖρωσις πρὸς τὸ σχῆμα τὸ νοερόν, ἡ δὲ αὐτάρκεια καὶ ἡ νοερά κίνησις καὶ ἡ ἐν ταυτῷ στροφὴ πρὸς τὸν ἐν αὐτῷ τὰ πάντα γεννήματα καταπίνοντα Θεόν, ἡ δὴ ψύχωσις πρὸς τὴν ζωογόνον αἰτίαν, τὸ δὲ ἐννουν πρὸς τὸν δημιουργικὸν νοῦν. καὶ τοὺ καὶ ἐκ τούτου πάντα πρόεισι καὶ ἐκ τῶν πρὸ αὐτοῦ ἄλλα ἄλλοις ἀνὰ λόγον, καὶ τὰ μὲν κρεῖττονα πάντων αἰτία ὄν καὶ τὰ δεύτερα, τὰ δὲ δεύτερα ἐλαττόνων, ἐπεὶ καὶ αὐτὸς ὁ δημιουργός, καθόσον μὲν ἐννοῦς, ἐννοᾷ ποιεῖ πάντα, καθόσον δὲ ὃν ἐστι, καὶ σωμάτων ἀπάντων ἐστὶ καὶ ἀσωμάτων πατὴρ, καθόσον δὲ θεός, καὶ αὐτὴν ὑφίστησι τὴν ὕλην. πεποίηται οὖν ἐν τούτῳ τὴν ἀνακεφαλαιώσιν πάντων ὅσα ἐκ τῶν νοερῶν θεῶν ὑπέθηκε τῷ παντί. ταῦτα μὲν περὶ τῆς ὅλης θεωρίας. Κατανοήσωμεν δὲ καὶ τὴν περὶ ἑκάστου τῶν λεγομένων ἀλή- F θειαν. εὐθὺς οὖν τὸ μὲν οὕτως δὴ πᾶς ἀξιοῖ σε καὶ ἐν ἐνὶ τὴν ὅλην αἰτίαν τοῦ σωματοποιοῦς θεωρεῖν καὶ τὴν διαίρεσιν τῶν εἴδων γιγνώσκειν· πρὸς ἄλλο γὰρ ἡ ὅλότης ὁμοίωται καὶ πρὸς ἄλλο τὸ σχῆμα καὶ πρὸς ἄλλο ἡ κίνησις· καὶ τὸ μὲν οὕτως τὴν ἐνωσιν, τὸ δὲ πᾶς τὸν ἀριθμὸν ἐνδείκνυται τῶν αἰτίων. τὸ γε μὴν ὄντος ἀεὶ καὶ τὴν οὐσίαν ἅμα καὶ τὴν νόησιν αἰώνιον ποιεῖ τοῦ δημιουργοῦ, δι’ ἣν ὁ κόσμος ἐστὶν αἴδιος. καὶ δεῖ συννοεῖν, ὅπως καὶ τὸν δημιουργὸν ἐν τοῖς ἀεὶ οὖσι τάττων αἰώνιον αὐτῷ δίδωσι τάξιν, ὥστ’ οὐκ ἂν εἴη ψυχὴ· τὴν γὰρ ψυχὴν αὐτὸς ἐν Νόμοις [X 904A] ἀθάνατον μὲν εἶναι φησι καὶ ἀνώλεθρον, οὐχ αἰώνιον δέ, οὕτωσι καὶ τῷ ὀνόματι λέγων. ξοικεν οὖν πᾶς ὁ ψυχὴν εἶναι τὸν δημιουργὸν οἰηθεὶς ἀγνοεῖν τὴν τοῦ ἀνωλέθρου καὶ αἰωνίου διαφορὰν. ὁ δὲ δὴ λογισμὸς τῆς δημιουργίας τῆς διηγημένης ἐστὶ σημαντικός.