Ancient Greek
2.119.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.119.1
Unproofread scanNot analysed yet
Καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν ἕνα μόνον ἕρμουν κατέστησεν 34 B. Εὖ μὲν καὶ ὁ φιλόσοφος Πορφύριος τὸ κύκλῳ κύκλον ἐξηγήσατο· δυνατόν γὰρ ἔφη καὶ κύκλῳ κινεῖσθαι μὴ κύκλον, ὡς τὴν περιεγομένην λίθον, καὶ μὴ κύκλῳ κύκλον, ὡς τὸν τροχὸν κυλιόμενον, ἴδιον δὲ τοῦ κόσμου τὸ κύκλον ὄντα κύκλῳ περιμέναι διὰ τὴν περὶ τὸ κέντρον χορείαν. ἔτι δὲ μειζόνως ὁ θεῖος Ἰάμβλιχος διττὸν εἶναι φησι τὸν κύκλον, τὸν μὲν ψυχικόν, τὸν δὲ σωματικόν, καὶ θάτερω κινεῖσθαι τὸν λοιπόν· δῆλον δέ, ποτέρῳ πότερον· τοῦτο γὰρ καὶ τοῖς προειρημένοις ἐστὶν ἀκόλουθον καὶ τοῖς ὀρθῶς ὁμοῦ συμφωνον· κατὰ γὰρ τὸν ψυχικὸν κύκλον κινήσει τὸν σωματικὸν προὐὼν 36 D ss αὐτὸς ὁ φιλόσοφος καὶ τὰς διττὰς ἀνακυκλήσεις εἰς ἀναλογίαν ἄξει τῶν ἐν τῇ ψυχῇ περιόδων. καὶ τοῦτο μὲν τοιαύτην ἔχει κατ’ ἀμφοτέρους τὴν ἐξήγησιν.