Ancient Greek
2.119.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.119.3-2
Unproofread scanNot analysed yet
καὶ μὴν καὶ τὸ τρισὶν ὀνόμασιν ὅλην τοῦ οὐρανοῦ τὴν μακαριότητα περιλαβεῖν οἰκειότατόν ἐστι τῷ κατὰ τριπλῆν αἰτίαν ὑφεστηκότι, τὴν τελικήν, τὴν παραδειγματικήν, τὴν δημιουργικήν. ἐπεὶ καὶ αὐτῶν τῶν ὀνομάτων τὸ μὲν ἀπὸ τῆς τελικῆς αἰτίας εἴληπται, καθάπερ τὸ ἕν —τοῦτο γὰρ τῷ ἀγαθῷ ταυτόν —τὸ δὲ ἀπὸ τῆς παραδειγματικῆς, ὡς τὸ μόνον —τὸ γὰρ μονογενὲς καὶ ἡ μόνωσις ἐν τῷ παντελεῖ ζῷῳ πρὸ τοῦ παντὸς ἦν —τὸ δὲ ἀπὸ τῆς δημιουργικῆς, ὡς τὸ ἕρμουν· τὸ γὰρ ἑαυτῷ χρήσθαι καὶ ἑαυτοῦ τὸν κόσμον ἄρχειν ἀπὸ τῆς δημιουργικῆς ἀγαθότητος προελήλυθεν. ἐστὶν οὖν ὁ κόσμος εἷς μὲν, καθόσον ἕνωται καὶ εἰς τὸ ἕν ἐπέστραπται, μόνος δέ, καθόσον τοῦ νοητοῦ μετέχει καὶ πάντα περιεἴληφεν, ἕρμους δέ, καθόσον τῷ πατρὶ παραπλήσιός ἐστιν ἑαυτὸν διασῴζειν δυνάμενος· ἐκ δὲ τῶν τριῶν ὅτι θεὸς ἀναφαίνεται· τὸ γὰρ ἕν καὶ τέλειον καὶ αὐτάρκες στοιχεῖον τῆς θεότητός ἐστι. ταῦτ’ οὖν ὁ κόσμος ὑποδεξάμενος ἐστι καὶ αὐτὸς θεός, εἷς μὲν ὡν κατὰ τὴν ὑπαρξιν, μόνος δὲ κατὰ τὴν τελειότητα τὴν ἀπὸ πάντων