Ancient Greek
2.119.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.119.3
Unproofread scanNot analysed yet
Εὖ μὲν καὶ ὁ φιλόσοφος Πορφύριος τὸ κύκλῳ κύκλον ἐξηγήσατο· δυνατόν γὰρ ἔφη καὶ κύκλῳ κινεῖσθαι μὴ κύκλον, ὡς τὴν περιαιωμένην λίθον, καὶ μὴ κύκλῳ κύκλον, ὡς τὸν τροχὸν κυλιόμενον, ἴδιον δὲ τοῦ κόσμου τὸ κύκλον ὄντα κύκλῳ περιμέναι διὰ τὴν περὶ τὸ κέντρον χορείαν. ἔτι δὲ μειζόνως ὁ θεῖος Ἰάμβλιχος διττὸν εἶναι φησι τὸν κύκλον, τὸν μὲν ψυχικόν, τὸν δὲ σωματικόν, καὶ τατέρας κινεῖσθαι τὸν λοιπόν· δῆλον δέ, ποτέρω πότερον· τοῦτο γὰρ καὶ τοῖς προειρημένοις ἐστὶν ἀκόλουθον καὶ τοῖς ὑπὸ τῶν προφητῶν σύμφωνον· κατὰ γὰρ τὸν ψυχικὸν κύκλον κινήσει τὸν σωματικὸν προῖδων [36 D ss] αὐτὸς ὁ φιλόσοφος καὶ τὰς διττὰς ἀνακυκλήσεις εἰς ἀναλογίαν ἄγει τῶν ἐν τῇ ψυχῇ περιόδων. καὶ τοῦτο μὲν τοιαύτην ἔχει κατ’ ἀμφοτέρους τὴν ἐξήγησιν.