Ancient Greek
2.119.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.119.4
Unproofread scanNot analysed yet
καὶ μὴν καὶ τὸ τρισὶν ὀνόμασιν ὅλην τοῦ οὐρανοῦ τὴν μακαριότητα περιλαβεῖν οἰκειότατόν ἐστι τῷ κατὰ τριπλῆν αἰτίαν ὑφεστηκότι, τὴν τελικήν, τὴν παραδειγματικήν, τὴν δημιουργικήν. ἔπει καὶ αὐτῶν τῶν ὀνομάτων τὸ μὲν ἀπὸ τῆς τελικῆς αἰτίας εἴληπται, καθάπερ τὸ ἕν —τοῦτο γὰρ τῷ ἀγαθῷ ταυτόν —τὸ δὲ ἀπὸ τῆς παραδειγματικῆς, ὡς τὸ μόνον —τὸ γὰρ μονογενὲς καὶ ἡ μόνωσις ἐν τῷ παντελεῖ ζῷῳ πρὸ τοῦ παντὸς ἦν —τὸ δὲ ἀπὸ τῆς δημιουργικῆς, ὡς τὸ ξῆμον· τὸ γὰρ ἑαυτῷ χρήσθαι καὶ ἑαυτὸν τὸν κόσμον ἄρχειν ἀπὸ τῆς δημιουργικῆς ἀγαθότητος προελήλυθεν. ἐστὶν οὖν ὁ κόσμος εἰς μὲν, καθόσον ἡνᾶται καὶ εἰς τὸ ἕν ἐπέστραπται, μόνος δέ, καθόσον τοῦ νοητοῦ μετέχει καὶ πάντα περιελήφεν, ξῆμος δέ, καθόσον τῷ πατρὶ παραπλησίός ἐστιν ἑαυτὸν διασῴζειν δυναμένος· ἐκ δὲ τῶν τριῶν ὅτι θεὸς ἀναφαίνεται· τὸ γὰρ ἕν καὶ τέλειον καὶ αὐτάρκες στοιχεῖον τῆς θεότητός ἐστι. ταῦτ’ οὖν ὁ κόσμος ὑποδεξάμενος ἐστὶ καὶ αὐτὸς θεός, εἰς μὲν ὡν κατὰ τὴν ὑπαρξίν, μόνος δὲ κατὰ τὴν τελειότητα τὴν ἀπὸ πάντων