Ancient Greek
2.122.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.122.1
Unproofread scanNot analysed yet
κρειττων ἐνωσις εἰς τὸ πᾶν προεληλύθεν. ἔτι δὲ καὶ τούτων ἐπέκεινα τῶν ἑνώσεων ἡ θεία φιλία καὶ ἡ τοῦ ἀγαθοῦ χορηγία συνέχει τὸν ὅλον κόσμον· κρατερὸς μὲν γὰρ καὶ ὁ δεσμὸς ὁ ἀπὸ νοῦ καὶ ψυχῆς, ὡς καὶ Ὀρφεύς φησιν, ἀλλὰ μείζων ἡ τῆς χρυσῆς σειρᾶς ἐνωσις καὶ μείζονων αἰτία τοῖς πᾶσιν ἀγαθῶν. καὶ μὴν καὶ τὴν εὐδαιμονίαν οἰκείως τῷ παντὶ ληπτέον· ἐπειδή γὰρ ἐξήρτηται τοῦ πατρικοῦ νοῦ καὶ τῆς ὅλης δημιουργίας, καὶ ζῇ κατ’ ἐκείνας τὰς αἰτίας ἐπομένως τε ἐκείναις εὐδαίμων ἐστι· δαίμων γὰρ καὶ ὁ δημιουργὸς ὀνόμασται παρ’ αὐτοῦ μὲν ἐν Πολιτικῷ [272E] καὶ μέγας δαίμων, παρὰ δὲ Ὀρφέως ἐν οἷς φησιν· ἐν κράτος, εἷς δαίμων γένετο, μέγας ἄρχος ἀπάντων.