Ancient Greek
2.120.32
Proclus Phil., In Platonis Timaeum Commentaria 2.120.32
Unproofread scanNot analysed yet
ἀρετὴν ὑπάρχει τὸ εἰς ἑαυτὸν ἐπεστράφθαι, πῶς οὐ πολλῷ ξυγγενέσθαι P 5s δυνάμενον ξυγγίγνεσθαι Pl. 7 αὐτῷ Q E μειζόνως ὑπάρχει τοῦτο τῷ νῷ· ἑαυτὸν ἄρα νοεῖ ὁ νοῦς. καὶ τοῦτο μὲν τῶν αὐτόθεν ἐστὶ γνωρίμων· ἐκεῖνο δὲ κατανοεῖν ἄξιον, ὅτι ψυχώσας τὸ πᾶν εὐθὺς καὶ ἀρετῆς αὐτῷ μεταδεδωκεν· ἅμα γὰρ τῇ μετουσίᾳ τῆς ψυχῆς καὶ ἡ τῆς ἀρετῆς ἀποπλήρωσις παραγίνεται τῷ κατὰ φύσιν ἔχοντι, διότι καὶ ἡ μία τῶν ἀρετῶν αἰτία συντέτακται τῇ πηγῇ τῶν ψυχῶν, καὶ ἡ πρόοδος αὐτῆς συνέξευκται τῇ προόδῳ τῆς ψυχῆς· καὶ γὰρ τῆς ἀρετῆς ἄλλη μὲν ἡ ἐνιαία καὶ πρωουργὸς καὶ παντελής, ἄλλη δὲ ἡ ἐν τοῖς ἡγεμονικοῖς θεοῖς, ἄλλη δὲ ἡ ἐν τοῖς ἀπολύτοις, ἄλλη δὲ ἡ ἐγκόσμιος, δι’ ἣν ὁ πᾶς κόσμος νόησιν τε ἄχραντον ἔχει καὶ ζωὴν ἀμείλικτον καὶ ἐνέργειαν εἰς ἑαυτὴν ἐπεστραμμένην καὶ ἀμιγῆ καθαρότητα τῶν ἐν αὐτῷ ζῶον. ἀπὸ δὴ τῆς ἀρετῆς ταύτης γίνεται γνωρίμος ἑαυτῷ καὶ φίλος· προηγεῖται γὰρ ἡ γνώσις τῆς οἰκειώσεως· καὶ ἐπειδή καὶ τὸ πᾶν ἔννουν τέ ἐστι ζῷον καὶ θεός, καθὸ μὲν ἔννουν ἐστίν, ἑαυτῷ γίνεται γνωρίμον, καθὸ δὲ θεός, ἑαυτῷ φίλον· τελειοτέρα γὰρ τῆς γνώσεως ἡ ἕνωσις. εἰ οὖν ἑαυτῷ γνωρίμον τὸ πᾶν, νοερὸν ἐστι· τὸ γὰρ πρῶτως ἑαυτῷ γνωρίμον νοῦς ἐστιν· καὶ εἰ ἑαυτῷ φίλον, ἤνωται, τὸ δὲ ἠνωμένον τεθέωται· τὸ γὰρ ἕν τὸ ἐπὶ τῷ νῷ θεός. ἔχεις οὖν πάλιν ἀρετὴν καὶ γνῶσιν ἑαυτοῦ καὶ φιλίαν ἐν τῷ κόσμῳ, τὴν μὲν ἀπὸ ψυχῆς, τὴν δὲ ἀπὸ νοῦ, τὴν δὲ θεόθεν ἐπ’ αὐτὸν καθήκουσαν. ὥστε εἰκότως καὶ ὁ Πλάτων ἐπήγγεινεν, ὅτι διὰ ταῦτα εὐδαίμονα θεὸν αὐτὸν ἐγεννήσατο, ψυχώσας αὐτὸν καὶ ἑαυτῷ γνωρίμον ποιήσας καὶ πρὸς ἑαυτὸν φίλον ἀπεργασάμενος· ψυχῆς γὰρ παρουσίας καὶ νοῦ μετουσίας καὶ ἑνώσεως ὑποδοχὴ θεὸν ἀποτελεῖ τὸ πᾶν. καὶ οὗτος ἦν ὁ ποτὲ ἐσόμενος θεὸς ὁ νῦν τῷ λόγῳ συμπεπληρωμένος, ἀπόπαν ἐψυχωμένος, νενοωμένος, ἠνωμένος· ἡ δὲ ἕνωσις παρῆν μὲν αὐτῷ καὶ κατὰ τὸν τῆς ἀναλογίας δεσμόν, πολλῷ δὲ πλέον ἀπὸ τῆς μιᾶς ψυχῆς καὶ ἀπὸ τοῦ ἑνὸς νοῦ· διὰ γὰρ τούτων μείζους οἱ δεσμοὶ καὶ F <pg>PQ</pg>