Ancient Greek
2.122.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.122.2
Unproofread scanNot analysed yet
κρειττων ένωσις εις τὸ πᾶν προεληλύθεν. ἐτι δὲ καὶ τούτων ἐπείκενα τῶν ἐνώσεων ἡ θεία φιλία καὶ ἡ τοῦ ἀγαθοῦ χορηγία συνέχει τὸν ὅλον κόσμον· κρατερὸς μὲν γὰρ καὶ ὁ δεσμὸς ὁ ἀπὸ νοῦ καὶ ψυχῆς, ὡς καὶ Ὀρφεύς φησιν, ἀλλὰ μείζων ἡ τῆς χονσῆς σειράς ἐνῶσις καὶ μειζόνων 5 αἰτία τοῖς πᾶσιν ἀγαθοῖν. καὶ μὴν καὶ τὴν εὐδαιμονίαν οἰκείως τῷ παντὶ ληπτέον· ἐπειδὴ γὰρ ἐξήρτηται τοῦ πατρι- 174 κοῦ νοῦ καὶ τῆς ὅλης δημιουργίας, καὶ ἐξ κατ' ἐκείνας τὰς αἰτίας ἐπομένως τε ἐκείναις εὐδαίμων ἐστι· δαίμων γὰρ καὶ ὁ δημιουργὸς ὀνόμασται παρ' αὐτοῦ μὲν ἐν Πολιτικῷ 10 [272E] καὶ μέγας δαίμων, παρὰ δὲ Ὀρφέως ἐν οἷς φησιν· ἐν κράτος, εἰς δαίμων γένετο, μέγας ἀρχὸς ἀπάντων.