Ancient Greek
2.122.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.122.3
Unproofread scanNot analysed yet
ὁ οὖν κατὰ τὴν τοῦ πατρὸς βούλησιν ζῶν καὶ τὸ νοερὸν ἄτρεπτον σῶζων τὸ ἐκεῖθεν ἐνδεδομένον εὐδαίμων ἐστὶ. καὶ 15 τὸ μὲν πρῶτον τῆς εὐδαιμονίας εἶδος καὶ παντελὲς ἐστι τὸ κοσμικόν. δεύτερον δὲ τὸ τῶν θεῶν τῶν ἐγκοσμίων, οὗς καὶ ἐν Φαίδρῳ [247A 250B] θεοὺς εὐδαιμονίας προσηγόρευσεν ἐπομένους τῷ μεγάλῳ Διί. τρίτον δὲ ἐν τοῖς κρειττοσιν ἡμῶν γένεσιν· ἄλλη γὰρ ἀγγέλων ἀρετὴ καὶ ἄλλη 20 δαιμόνων καὶ τρίτη τις ἄλλη τῶν ἡρωϊκῶν γενῶν, καὶ τὸ τῆς εὐδαιμονίας εἶδος τριπλοῦν καθ' ἕκαστον γένος ἐξαλλαττόμενον. τέταρτον δὲ τὸ ἐν ταῖς ἀχωάντοις ψυχαῖς, αἱ καὶ τὰς καθόδους ἀπήμονας ποιοῦνται καὶ προβέβληνται ζῴην ἀμείλικτον καὶ ἀδάμαστον. πέμπτον δὲ τὸ ἐν ταῖς 25 Β μερικαῖς ψυχαῖς, καὶ τοῦτο πολυειδές· οὐ γὰρ ὡσαύτως εὐδαιμονεῖ ψυχὴ σελήνη τε ὁπωδὸς οὖσα καὶ τῆς ἡλιακῆς ἐξηρτημένη τάξεως, ἀλλ' ὥσπερ τὸ εἶδος τῆς ζωῆς ἕτερον, οὕτω καὶ ἡ τελειότης διαφόροις ἀφορίζεται μέτροις. ἔσχατον δὲ τὸ ἐν τοῖς ἀλόγοις ζῴοις ὁρώμενον· πᾶν γὰρ τὸ τῆς κατὰ 30 φύσιν προσηκούσης αὐτῷ τελειότητος τυγχάνον εὐδαίμων ἐστι· διὰ γὰρ τῆς οἰκείας τελειότητος συνάπτεται πρὸς τὸν οἰκεῖον δαίμονα καὶ τυγχάνει τῆς παρ' ἐκείνου προνοίας. τοσαυ-