Ancient Greek
2.123.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.123.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34BC] ταχῶς οὖν τῆς εὐδαιμονίας ὑφισταμένης τὴν πρωτίστην καὶ ἀκροτάτην ἐν τῷ κόσμῳ θετείαν, περὶ ἧς καὶ νῦν ὁ Πλάτων τὸν λόγον πεποίηται. τοῦτο μὲν οὖν ἤδη φανερὸν. εἰ δὲ διὰ τὴν ψυχὴν θεὸν τὸν κόσμον εὐθὺς εἴπε τῷ μετασχεῖν ψυχῆς, μὴ θαυμάζωμεν· ἕκαστον γὰρ ἐκθεοῦται διὰ τὸ πρὸ αὐτοῦ προσεχῶς, ὁ μὲν σωματικὸς κόσμος διὰ ψυχῆν, ἡ δὲ ψυχὴ διὰ νοῦν, ὡς φησιν ὁ Ἀθηναῖος Ξένος [leg. X 897B] νοῦν αὐτὴν προσλαβοῦσαν θεῖον γίνεσθαι θεόν, νοῦς δὲ διὰ τὸ ἕν· διὸ καὶ ὁ νοῦς θεῖος, ἀλλ’ οὐ θεός. οὐκέτι δὲ τὸ ἕν δι’ ἄλλο θεός, ἀλλὰ πρῶτος θεός, ὡς νοῦς πρῶτως γνωστικόν, ὡς ψυχὴ πρῶτως αὐτοκίνητος, ὡς τὸ σῶμα πρῶτως ἐν τόπῳ. τούτων δὲ ὄντων παναληθῶν καὶ Πλάτωνος ἐξαιρέτων δεῖ σκοπεῖν ἐν τοῖς ἐπομένοις, ποῦ τῇ ψυχῇ τὸν νοῦν ἐφίστησιν, ὡς ἐνταῦθα τῷ σώματι τὴν ψυχὴν. Τὴν δὲ ψυχὴν οὐχ ὡς νῦν ὑστέραν ἐπιχειροῦμεν λέγειν, οὕτως ἐμηνανήσατο καὶ ὁ θεὸς νεωτέραν· οὐ γὰρ ἂν ἀρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου συνέζας εἴασεν [34BC]. Οἶδεν, ὅτι πάντως ὁ κατ’ ἐπιστροφὴν τρόπος τὰ δεύτερα τῇ τάξει πρῶτα παραδίδωσι· τὰ γὰρ προσεχῶς μετεχόμενα δεύτερα τῶν ἐξηρημένων ἐστίν, καὶ τὰ γνωριμώτερα τοῖς ἀκούουσι τῶν ἀφανῶν ἐστὶν ἐλάττονα πραγμάτων. αἴτιον δέ, ὅτι πεπτωκότες τὰ ὄντα θεωροῦμεν· ἄνω μὲν γὰρ ὄντες καὶ ἀπὸ σκοπιᾶς τινος θεάμενοι τὰ τῆδε τὴν ἐλάττωσιν αὐτῶν δυνάμεθα καθορᾶν, αὐτοῖς συνόντες τοῖς νοητοῖς καὶ ἐκεῖνα πρὸ ὀμμάτων ἔχοντες· εἰς δὲ γένεσιν πεσόντες καὶ οἷον ἐξ ὀπτίας τὰ πράγματα σκοποῦντες τὰ σύμφυλα καὶ προσεχῇ ταῖς αἰσθήσεσιν ἡμῶν ἄτε ἐγγύτερω κείμενα πρῶτα καθορῶμεν καὶ ἀπὸ τούτων ἀρχόμενοι δι’ ἀναμνήσεως ἐπ’