Ancient Greek
2.123.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.123.1-2
Unproofread scanNot analysed yet
ταχῶς οὖν τῆς εὐδαιμονίας ὑφισταμένης τὴν πρωτίστην καὶ ἀκροτάτην ἐν τῷ κόσμῳ θετέον, περὶ ἧς καὶ νῦν ὁ Πλάτων τὸν λόγον πεποίηται. τοῦτο μὲν οὖν ἤδη φανερόν. εἰ δὲ διὰ τὴν ψυχὴν θεὸν τὸν κόσμον εὐθὺς εἶπε τῷ μετα-5σχεῖν ψυχῆς, μὴ θαυμάζωμεν· ἕκαστον γὰρ ἐκθεοῦται διὰ τὸ πρὸ αὐτοῦ προσεχῶς, ὁ μὲν σωματικὸς κόσμος διὰ ψυχὴν, ἡ δὲ ψυχὴ διὰ νοῦν, ὡς φησιν ὁ Ἀθηναῖος Ξένος [leg. X 897B] νοῦν αὐτὴν προσλαβοῦσαν θεῖον γίνεσθαι θεόν, νοῦς δὲ διὰ τὸ ἕν· διὸ καὶ ὁ νοῦς θεῖος, ἀλλ’ οὐ θεός. 10οὐκέτι δὲ τὸ ἕν δι’ ἄλλο θεός, ἀλλὰ πρῶτος θεός, ὡς νοῦς πρῶτος γνωστικόν, ὡς ψυχὴ πρῶτος αὐτοκίνητος, ὡς τὸ σῶμα πρῶτος ἐν τόπῳ. τούτων δὲ ὄντων παναλήθων καὶ Πλάτωνος ἐξαιρέτων δεῖ σκοπεῖν ἐν τοῖς ἐπομένοις, ποῦ τῇ ψυχῇ τὸν νοῦν ἐφίστησιν, ὡς ἐνταῦθα τῷ σώματι τὴν ψυχὴν. 15Τὴν δὲ ψυχὴν οὐχ ὡς νῦν ὑστέραν ἐπιχειροῦμεν λέγειν, οὕτως ἐμηνάσατο καὶ ὁ θεὸς νεωτέραν· οὐ γὰρ ἂν ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου συνέζας εἴασεν [34BC].