Ancient Greek
2.123.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.123.2
Unproofread scanNot analysed yet
Οἶδεν, ὅτι πάντως ὁ κατ’ ἐπιστροφὴν τρόπος τὰ δεύ-20τερα τῇ τάξει πρῶτα παραδίδωσι· τὰ γὰρ προσεχῶς μετεχό-μενα δεύτερα τῶν ἐξηρημένων ἐστί, καὶ τὰ γνωριμώτερα τοῖς ἀκούουσι τῶν ἀφανῶν ἐστιν ἐλάττονα πραγμάτων. αἴτιον δέ, ὅτι πεπτωκότες τὰ ὄντα θεωροῦμεν· ἄνω μὲν γὰρ ὄντες καὶ ἀπὸ σκοπιᾶς τινος θεώμενοι τὰ τῆδε τὴν ἐλάττωσιν 25αὐτῶν δυνάμεθα καθορᾶν, αὐτοῖς συνόντες τοῖς νοητοῖς καὶ ἐκεῖνα πρὸ ὀμμάτων ἔχοντες· εἰς δὲ γένεσιν πεσόντες καὶ οἷον ἐξ ὑπτίας τὰ πράγματα σκοποῦντες τὰ σύμφυλα καὶ προσεχῆ ταῖς αἰσθήσεσιν ἡμῶν ἅτε ἐγγυτέρω κείμενα πρῶτα καθορῶμεν καὶ ἀπὸ τούτων ἀρχόμενοι δι’ ἀναμνήσεως ἐπ’