Ancient Greek
2.125.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.125.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34BC] τερον οὐ κατὰ χρόνον ληπτέον, ὡς ὑπέλαβεν Ἀττικός —ἅμα γὰρ ὑπέστησε τὴν ψυχὴν ὁ πατὴρ καὶ σώματι περιεκάλυψεν αὐτήν —ἀλλὰ τῇ τάξει τῆς οὐσίας· τὸ γὰρ τῷ δημιουργῷ προσεχέστερον πρεσβύτερον, τὸ δὲ πορρωτέρω νεώτερον. εἰ δὲ βούλει, καὶ κατὰ χρόνον τὸ πρεσβύτερον καὶ τὸ νεώτερον ἀκουστέον· πρεσβύτερος γὰρ ὁ ἐν ψυχῇ χρόνος καὶ θειότερος, νεώτερος δὲ ὁ τοῦ σώματος, καὶ καθ’ ὃν ἐστιν ἡ ψυχὴ χρόνον, κατὰ τοῦτον οὐκ ἔστι τὸ σωματικόν, ἀλλὰ καθ’ ἕτερον, ἐκείνου δεύτερον· ὡς γὰρ κινήσεως ἕτερον εἶδος ἐν ἀμφοῖν, οὕτω καὶ χρόνος ἕτερος. τὸ τρίτον τοίνυν ἐπὶ τῆς ψυχῆς τῷ ἐμψυχάνῃσατο κυριώτατα ἐχρήσατο, σαφῶς ἐνδεικνύμενος, ὅτι πρᾶγμά ἐστιν αὐτοκίνητον καὶ λόγων πλήρης καὶ εὐρετικὸν παντοίων ἐπιχειρήσεων. ἐπὶ τὸ τὰ πρεσβύτερα τῶν νεωτέρων ἄρχειν ἀπ’ αὐτῶν καθήκει τῶν νοητῶν καὶ εἰς τὸ πᾶν· καὶ γὰρ ἐκεῖ πάντων βασιλεὺς τῶν νοερῶν ὁ Πρωτόγονος, ὁ ὑπὸ πάντων ὀνομαζόμενος, καὶ ἐν τοῖς νοεροῖς πάντων λέγεται πατὴρ τῶν Κρονιδῶν πρεσβύτατος [Hom. N 355].