Ancient Greek
2.125.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.125.3
Unproofread scanNot analysed yet
ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ἤδει· πανταχοῦ γὰρ τὸ μὲν πρεσβύτερον νοερώτερας καὶ ὀλικοτέρας καὶ μοναδικωτέρας ἐστὶ ζωῆς σύμβολον, τὸ δὲ νεώτερον μεριστῆς καὶ προιοῦσης ἐπὶ τὰ δεύτερα καὶ πληθυομένης. καὶ διὰ ταῦτα καὶ τῶν ζωογονικῶν θεῶν τὴν μὲν πρεσβυτέραν, τὴν δὲ νεωτέραν καλοῦσι, καὶ τῶν δημιουργιῶν τὴν μὲν προτέραν, τὴν δὲ νεωτέραν, ἣν καὶ νέαν προσαγορεύουσιν. ἐπὶ δὴ τούτοις τὸ συνέξας διαφρόνην ἐγκόσμιον ποιεῖ ταύτην (τὴν) ψυχὴν περὶ ἧς ὁ παρὼν λόγος, ἀλλ’ οὐκ ἀπόλυτον οὐδὲ τὴν μίαν τὴν πρὸ τῶν πολλῶν· ἐκεῖνη μὲν γὰρ ἐξῆρται πάντων, καὶ ὡς περὶ κέντρον αὐτὴν αἱ ἄλλαι ψυχαὶ πᾶσαι προεληλύθασιν, αὕτη δὲ ἀναδέχεται τὴν πρὸς Β