Ancient Greek
2.125.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.125.1-2
Unproofread scanNot analysed yet
τερον οὐ κατὰ χρόνον ληπτέον, ὡς ὑπέλαβεν Ἀττικὸς —ἅμα γὰρ ὑπέστησε τὴν ψυχὴν ὁ πατὴρ καὶ σώματι περιεκάλυψεν αὐτήν —ἀλλὰ τῇ τάξει τῆς οὐσίας· τὸ γὰρ τῇ δημιουργῷ προσεχέστερον πρεσβύτερον, τὸ δὲ πορρωτέρω νεώτερον. εἰ δὲ βούλει, καὶ κατὰ χρόνον τὸ πρεσβύτερον καὶ τὸ νεώτερον ἀκουστέον· πρεσβύτερος γὰρ ὁ ἐν ψυχῇ χρόνος καὶ θειότερος, νεώτερος δὲ ὁ τοῦ σώματος, καὶ καθ’ ὃν ἐστὶν ἡ ψυχὴ χρόνον, κατὰ τοῦτον οὐκ ἔστι τὸ σωματικόν, ἀλλὰ καθ’ ἕτερον, ἐκείνου δεύτερον· ὡς γὰρ κινήσεως ἕτερον εἶδος ἐν ἀμφοῖν, οὕτω καὶ χρόνος ἕτερος. τὸ τρίτον τοίνυν ἐπὶ τῆς ψυχῆς τῇ ἐμψυχάνησατο κυριώτατα ἐχρήσατο, σαφῶς ἐνδεικνύμενος, ὅτι πρᾶγμά ἐστιν αὐτοκίνητον καὶ λόγων πλήρες καὶ εὕρετικὸν παντοίων ἐπιχειρήσεων. ἔτι τὸ τὰ πρεσβύτερα τῶν νεωτέρων ἄρχειν ἀπ’ αὐτῶν καθῆκει τῶν νοητῶν καὶ εἰς τὸ πᾶν· καὶ γὰρ ἐκεῖ πάντων βασιλεὺς τῶν νοητῶν ὁ Πρωτόγονος, ὁ ὑπὸ πάντων ὀνομαζόμενος, καὶ ἐν τοῖς νοητοῖς πάντων λέγεται πατὴρ τῶν Κρονιδῶν πρεσβύτατος [Hom. N 355].