Ancient Greek
2.125.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.125.2
Unproofread scanNot analysed yet
ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ἤδη· πανταχοῦ γὰρ τὸ μὲν πρεσβύτερον νοερωτέρας καὶ ὀλικωτέρας καὶ μοναδικωτέρας ἐστὶ ζωῆς σύμβολον, τὸ δὲ νεώτερον μεριστῆς καὶ προιοῦσης ἐπὶ τὰ δεύτερα καὶ πληθυομένης. καὶ διὰ ταῦτα καὶ τῶν ζωογονικῶν θεῶν τὴν μὲν πρεσβυτέραν, τὴν δὲ νεωτέραν καλοῦσι, καὶ τῶν δημιουργιῶν τὴν μὲν προτέραν, τὴν δὲ νεωτέραν, ἣν καὶ νέαν προσαγορεύουσι. ἐπὶ δὴ τούτοις τὸ συνέξας διαρρήδην ἐγκόσμιον ποιεῖ ταύτην <τὴν> ψυχὴν περὶ ἣς ὁ παρὼν λόγος, ἀλλ’ οὐκ ἀπόλυτον οὐδὲ τὴν μίαν τὴν πρὸ τῶν πολλῶν· ἐκείνη μὲν γὰρ ἐξήρηται πάντων, καὶ ὡς περὶ κέντρον αὐτὴν αἱ ἄλλαι ψυχαὶ πᾶσαι προεληλύθασιν, αὕτη δὲ ἀναδέχεται τὴν πρὸς B